Ancient Greek
P.Oxy. 10 1280
Documentary Papyri, P.Oxy. 10 1280
Not analysed yet
Αὐρήλιος Παμῆα Πέτρου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίῳ Ἀμμωνιανῷ Εὐπορίωνος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἑκουσίᾳ καὶ αὐθαιρέτῳ γνώμῃ συντεθεῖσθαί με πρὸς σὲ ἐπὶ τῷ με ἐπικοινωνεῖν σοι εἰς τὸν ψυκτῆρα τοῦ καμηλῶνος οὗ ἐμισθώσω σὺ ὁ Ἀμμωνιανὸς ἀπὸ τοῦ παρελθόντος μηνὸς Παχὼν ἀρχῇ τῆς δωδεκάτης ἰνδικτίονος καὶ παρασχεῖν σοι ὑπὲρ ἐνοικίου ἐνιαυσίως ἀργυρίου μυριάδας χιλίας, γίνονται ἀργυρίου μυριάδες Α ,ἅσπερ ἀποδώσω ἐνιαυσίως ἀνυπερθέτως. κυρία ἡ ὁμολογία ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Παμῆα Πέτρου ὁ προκείμενος ἐθέμην τὴν ὁμολογίαν καὶ συμφωνῶ πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. Αὐρήλιος Παγῶχις Πτολλίωνος ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. διʼ ἐμοῦ Πτολ…