Ancient Greek
P.Oxy. 10 1281
Documentary Papyri, P.Oxy. 10 1281
Not analysed yet
…τῶι Ἰωσήπωι ἐκ τοῦ Ἁρπαήσιος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθάπερ ἐκ δίκης. κυρία ἡ συγγραφή. ἀντίγραφον. Ἁρπαῆσις Πανρύμιος λίνυφος δεδάνεισμαι τὴν τιμὴν τῶν ἑκατὸν λίνων Σινυραιτικῶν σαμκαμυκῶν, τὰς τοῦ ἀργυρίου δραχμὰς τ κεφαλαίου, καὶ ἀποδώσω καθότι πρόκιται, ἐφʼ ὧι κομιζομένου τοῦ Ἰωσήπου ταῦτα πρότερον δώσει λόγον τούτων ἵνα μοι καθῇ τὰς ἑσταμένας ἀργυρίου δραχμὰς πεντήκοντα . Ἡράκλειος Ὥρου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἀντίγραφον. ἔτους η Τιβερίου Καίσαρος Σεβαστοῦ Τῦβι ε, διὰ Ἀχιλλέως τοῦ πρὸς τῷ γραφείῳ κώμης Σιναρὺ καὶ ἑτέρων κωμῶν κεχρημάτισται.