Ancient Greek
P.Oxy. 10 1287
Documentary Papyri, P.Oxy. 10 1287
Not analysed yet
ἔγλημψις ἐκ δημοσίας βιβλιοθήκης ἐκ πεδιακοῦ ἐπικρίσεως ιδ ἔτους κόλλημα ν, Σενέπτα· καμψάντων ἐπὶ βορρᾶν Διογένους Ἡρᾶτος ἡνιόχου …ε… Ποπλίου προαπεσχηκότος πρότερον Πτολεμαίου Παποντῶτος οἰκία καὶ αὐλὴ ἐξ ὑπομνήματος τοῦ προγεγραμμένου Διογένους ἀπʼ Ὀξυρύγχων πόλεως δηλώσαντος ὑπάρχειν αὐτῷ τὴν προκειμένην οἰκίαν καὶ αὐλήν· καμψάντων ἐπʼ ἀπηλιώτην Ταζωιλᾶτος Ἀφύγχιος κειμένη οἰκία ἐξ ὑπομνήματος Διογένους ἡνιόχου ἀπʼ Ὀξυρύγχων πόλεως δηλώσαντος ὑπάρχειν αὐτῷ πρότερον τοῦ υἱοῦ αὐτοῦ Σαραπίωνος καὶ αὐτοῦ πρότερον Τευθεῖτος δ μέρος καὶ πρότερον Νεχθενίβιος Ὥρου ἕτερον δ μέρος α….