Ancient Greek
P.Oxy. 10 1288
Documentary Papyri, P.Oxy. 10 1288
Not analysed yet
λόγος ἀργυρίων ὧν ἔσχον· εἰς διαγραφὴν συνωνημένων τάλαντα ιε καὶ ἀρτάβας ϛ, ἄλλα ὁμοίως εἰς διαγραφὴν εἰς τὰ ἀρτοκοπεῖα τάλαντα η καὶ ἀρτάβας γ, εἰς διαγραφὴν τῶν ὄνων τάλαντα ϛ καὶ ἀρτάβας ι, εἰς διαγραφὴν πλοίου θαλασσίου τελέσματος τάλαντα θ, εἰς διαγραφὴν τοῦ σιππίου τάλαντα β, ἀνηλώθη εἰς ὑπηρεσίαν Παλλαδιᾶτι τάλαντον α, μισθοῦ δύο δεσμιδίων σοῦ παρόντος τάλαντα β. ἐγὼ δέδωκα εἰς τὴν ἀννώναν· ἔσχεν ἡ τροφὸς Παλλαδιᾶτος εἰς ἀνάλωμα ἀργυρίου τάλαντον α, ἤνοιξα τὸν τόπον τῶν οἰναρίων καὶ προενήνοχα οἴνου κεράμια να, Μόρῳ ὑπὲρ δαπάνης ποταμιτῶν τάλαντα δ, ὑπὲρ στυπτηρίας τάλαντα κ, δραχμὰς Βσ ὑπὲρ μισθοῦ δεσμιδίου Ἀνχίσᾳ τάλαντον α, τιμῆς σολίου Νόννας δραχμὰς Ασ, καὶ σοὶ τῇ γεούχῳ ἀπέστειλα εἰς Ἀλεξάνδρειαν τάλαντα η, καὶ ὑπὲρ ἐνεχύρων τάλαντα ρπ, καὶ τόκου διμήνου …θε… ὑπὲρ ἐξαργυρισμοῦ τάλαντα ι. Φαμενὼθ β Μόρῳ οἰκέτῃ ὑπὲρ ἀναλώματος διʼ Ἀπίας τάλαντα σν, Ταπιλοῦτος τιμῆς ἀσήμου ὑπὲρ ὀνόματος Ἀπίας τάλαντα ξ, ἑξαμήνου ἀρτοκόπων τάλαντα μθ, χλαμύδος καὶ στιχαρίου τάλαντα ιζ. Φαμενὼθ β ἔσχεν Μῶρος τάλαντα ξδ. ἀνάγκης γεναμένης ἔπεμψα Μῶρον εἰς κώμην καὶ ἔλαβεν ἀπὸ τῶν σιτολόγων ἀργυρίου τάλαντα μϛ. ἀφʼ ἧς ἀπεδημήσας ἠγόρασα σιππίου λίτρας ε τῆς καθʼ ἑκάστης λίτρας μιᾶς ἀργυρίου τάλαντον α δραχμῶν Β. εἰς τὰς διαγραφὰς μη…τηκων ἀργύριον δέδωκα τὸ χερρίψιστον καὶ τὸ κο…χ… ἐπʼ ἐνεχύρου ἀργυρίου τάλαντα ρν. καὶ ὅτε ὑπῆγες εἰς Ἀλεξάνδρειαν ἀφῆκάς μοι σιππίου ἀνήστου λίτρας γ 𐅵,ἐπράθη οἴνου κεράμιον α τῆς ἀννώνας ταλάντων β δραχμῶν Β, ἠγοράσθη σιππίου λίτρα α 𐅵.