Ancient Greek
P.Oxy. 10 1291
Documentary Papyri, P.Oxy. 10 1291
Not analysed yet
Ζωὶς Ἰσχυρίωνι τῶι ἀδελφῷ χαίρειν. οὐδείς μοι ἤνεγκεν ἐπιστολὴν περὶ ἄρτων, ἀλλʼ εὐθέως, εἰ ἔπεμψας διὰ Κολλούθου ἐπιστολήν, ἰδοὺ ἀρτάβη σοι γίνεται. ἐὰν δὲ θέλῃς εἰς Ἀλεξάνδρειαν ἀπελθεῖν, Ἀπολλὼς Θέωνος ὑπάγει αὔριον. ἔρρωσο. ἔτους ιζ Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Νέου Σεβαστοῦ κθ. Ἰσχυρίωνι.