Ancient Greek
P.Oxy. 10 1292
Documentary Papyri, P.Oxy. 10 1292
Not analysed yet
Ἑρμογένης Ἰσχυρᾶτι τῶι ἀδελφῶι χαίρειν. εὖ ποιήσεις ἐμβαλόμενός μοι κενώματα διακόσια ,ὡς σὲ καὶ πρὶν ἠρώτησα. ἔχεις δὲ τὰς διὰ Σαρᾶτος ἀργυρίου δραχμὰς ιϛ, καὶ ἔδωκα Ἑρμᾶτι δοῦναί σοι δραχμὰς ιβ. ἐὰν δὲ χρείαν ἔχῃς μάλιστα ξυλαρίων δύο ἵνα μοι τὸν τροχὸν τῆς μηχανῆς κατενέγκῃς, διὰ …ἀνενεχθήσεταί σοι. τὰ δʼ ἄλλα ἔρρωσο. τῶι φιλτάτωι Ἰσχυρᾶτι.