Ancient Greek
P.Oxy. 10 1295
Documentary Papyri, P.Oxy. 10 1295
Not analysed yet
Τασόις Διονυσίωι τῶι τιμιωτάτωι χαίρειν. ἰδοὺ μὲν ἐγὼ οὐκ ἐμιμησάμην σε τοῦ ἀποσπᾶν τὸν υἱόν μου, ἐὰν δὲ μέλλῃς οὕτω αὐτῷ ἐπιτιμᾶν, Πτολεμαῖον πέμψασα ἀποσπάσω αὐτόν. ὅτε ὁ πατὴρ αὐτοῦ ἐτελεύτησεν ἔδωκα ὑπὲρ αὐτοῦ δραχμὰς Ατ καὶ ἀνάλωσα αὐτῷ εἰς ἱμάτια δραχμὰς ξ. διὸ οὖν μὴ ἀνάπειθε αὐτὸν τοῦ ἐκτός μου εἶναι, ἐπεὶ ἄρασα αὐτὸν ἐνέχυρον θήσω εἰς Ἀλεξάνδριαν. καλῶς οὖν ποιήσεις πέμψας μοι διμήνου ὀψώνιον διὰ τοῦ ἀναδιδόντος σοι τὸ ἐπιστόλιον καὶ τὸ ἱμάτιον, καὶ δήλωσόν μοι πόσον χαλκὸν δέδωκες αὐτῶι καὶ εἰ ἐκομίσω τὸ ἱμάτιον. πέμψον τὸ μαφόρτιον τῷ ἀδελφῷ σου. ἔρρωσο. Διονυσίωι ἀπὸ Τασόιτος.