Ancient Greek
P.Oxy. 10 1296
Documentary Papyri, P.Oxy. 10 1296
Not analysed yet
Αὐρήλιος Δῖος Αὐρηλίῳ Ὡρείωνι τῷ γλυκυτάτῳ μου πατρὶ πολλὰ χαίρειν. τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τοῖς ἐνθάδε θεοῖς. ἀμερίμνει οὖν, πάτερ, χάριν τῶν μαθημάτων ἡμῶν· φιλοπονοῦμεν καὶ ἀναψύχομεν, καλῶς ἡμῖν ἔσται. ἀσπάζομαι τὴν μητέρα μου Ταμιέαν καὶ τὴν ἀδελφήν μου Τνεφεροῦν καὶ τὴν ἀδελφήν μου Φιλοῦν, ἀσπάζομαι καὶ τὸν ἀδελφόν μου Πατερμοῦθιν καὶ τὴν ἀδελφήν μου Θερμοῦθιν, ἀσπάζομαι καὶ τὸν ἀδελφόν μου Ἡρακλ καὶ τὸν ἀδελφὸν μου Κολλοῦχιν, ἀσπάζομαι τὸν πατέρα μου Μέλανον καὶ τὴν μητέρα μου Τιμπεσοῦριν καὶ τὸν υἱὸν αὐτῆς. ἀσπαζεται ὑμᾶς πάντας Γαία, ἀσπάζεται ὑμᾶς πάντας ὁ πατήρ μου Ὡρείων καὶ Θερμοῦθις. ἐρρῶσθαί σε εὔχομαι, πάτερ. ἀπόδος Αὐρηλίῳ Ὡρείωνι ἀπὸ Δίου υἱοῦ.