Ancient Greek
1413.1 to 1413.20
Documentary Papyri, P.Oxy. 12 1413.1-20
Not analysed yet
…η καὶ ψήφισμα αὐτῷ ἐπὶ τούτοις γινέσθω εἰς ἡμιχώριον τ…υδ… …ας δὲ εἰσηγοῦμαι. Σεπτίμιος Σερῆνος ὁ καὶ Ἰσχυρίων ἐξηγητὴς εἶπεν· …ρ… καὶ ω… …ἐπὶ τούτοις τοῖς ὅροις. οἱ βουλευταὶ εἶπον· ὠκεανέ, ἐξηγητά. ὁ πρύτανις εἶπεν· …τὸ μεγαλεῖον τοῦ κυρίου ἡμῶν Αὐρηλιανοῦ Σεβαστοῦ. ὀνομάσατε οὖν καὶ βουλευτὰς ἵνα τὰ στεπτικὰ αὐτῶν εἰς… οἱ βουλευταὶ εἶπον· …ι. ὁ πρύτανις εἶπεν· προτρέψασθε οἱ ἐξηγηταί τινας. οἱ ἐξηγηταὶ εἶπον· προτραπήτω Σερῆνος εἰς ἐξηγητείαν. ὁ πρύτανις εἶπεν· ……Σαβεῖνος καὶ ὡς χρηματίζει πρυτανεύσας εἶπεν· ὁ Πλουτίων στεπτικὸν ἔτι ὀφείλει ἧς ἀνεδέξατο ἀπὸ τιμῶν ἐξηγητείας. ὁ πρύτανις εἶπεν· …γραμματεὺς πολιτικῶν εἶπεν· ναί. Ἰουλιανὸς ὁ καὶ Διοσκουρίδης ἐξηγητὴς εἶπεν· Πλουτίων ὀφείλει στεπτικόν, οὔκουν ……οἱ βουλευταὶ εἶπον· ὁ ὀνομασθεὶς ἐπὶ τῷ ἰδίῳ πόρῳ ὠνομάσθη. Σεπτίμιος Διογένης ὁ καὶ Ἀγαθὸς Δαίμων γενόμενος ὑπομνηματογράφος καὶ ὡς χρηματίζει σύνδικος εἶπεν· …Σερῆνός ἐστιν γυμνασίαρχος. ὁ πρύτανις εἶπεν· ὀνομάσατε ἄλλους, ἵνα καὶ ἐὰν τὸ ἐξηγητικὸν συσταθῇ. οἱ ἐξηγηταὶ εἶπον· προτραπήτω Ἴων υἱὸς εἰς τὴν ἐξηγητείαν τοῦ πάππου. Σεκοῦνδος Σεκούνδου ἀρχιερεὺς εἶπεν· ἐπιτηρείσθω οὖν ὁ ὀνομασθεὶς. ὁ πρύτανις εἶπεν· αἱροῦμαι εἰς ἐπιτήρησιν …Φιλέαν καὶ Πλουτεῖνον ἵνα τὴν πίστιν ἀποπληρώσωσιν τῇ βουλῇ. οἱ βουλευταὶ εἶπον· ἁγνὲ πιστὲ Φιλέα, ἁγνὲ πιστὲ Πλουτεῖνε. τούτων …ὑπερτεθέντων εἰς τὴν ἑξῆς βουλήν, ὁ πρύτανις εἶπεν· καὶ αἱ ἄλλαι ἀρχαὶ ὀνομασάτωσαν. ὀνομάσατε δὲ καὶ βουλευτάς. οἱ ἀπὸ τῆς τρίτης φυλῆς εἶπον· …ὁ πρύτανις εἶπεν· ἐπιτηρήσει Νεῖλος βουλευτής. οἱ βουλευταὶ εἶπον· ἁγνὲ πιστὲ Νεῖλε, ἀεὶ καλῶς Νεῖλος, βοήθειαν αὐτῷ. οἱ ἀπὸ τῆς τρίτης φυλῆς εἶπον· …Σεπτίμιος Διογένης ὁ καὶ Ἀγαθὸς Δαίμων γενόμενος ὑπομνηματογράφος καὶ ὡς χρηματίζει σύνδικος εἶπεν· …κατείληφα πόρον, τουτέστιν γενήματα ἀποκείμενα ἐν τῷ Μονίμου, καὶ ὅταν γνωσθῇ ἡ ποσότης, παρατεθήσεται ὑμῖν. …φος καὶ ὡς χρηματίζει εἶπεν· ὅσοι νῦν ὠνομάσθησαν ὑπὸ Φιλέου καὶ Ἡρακλιδίωνος ὠνομάσθησαν. οἱ βουλευταὶ εἶπον· ἀπὸ ὅλης τῆς φυλῆς …ἁγνὲ πιστὲ Ὡρίων γεουχῶν ἐν Νεσμείμι, ἁγνὲ πιστὲ Λεωνίδη γεουχῶν ἐν Δωσιθέου, ἁγνὲ πιστὲ Βησαρίων γεουχῶν ἐν …Σεπτίμιος Διογένης ὁ καὶ Ἀγαθὸς Δαίμων γενόμενος ὑπομνηματογράφος καὶ ὡς χρηματίζει σύνδικος εἶπεν· ἵνα προτραπῶσιν καὶ ἄρχωσιν οἱ ὀνομαζόμενοι, τὸ πρωτενίαυτον τῆς λειτουργησίας …Πτολεμαῖος γυμνησίαρχος εἶπεν· …εἰς τὴν τριακάδα τοῦ Μεσορὴ χρῖσαι. τῇ μὲν τριακάδι οὐκ ἔχρισεν, ἀλλὰ τῇ ἑξῆς νεομηνίᾳ διʼ ἐμοῦ ἔχρισεν, παραδεχ…, β …ς ὁ τοῦ Φιλοσόφου, γ ἐπεστάτει Θεόδωρος υἱὸς Πτολεμαίου καὶ οὐκ ἔχρισεν ἀλλʼ ἐγὼ ἐκ προχρείας ἔχρισα ἐὰν οὖν