Ancient Greek
1413.21 to 1413.37
Documentary Papyri, P.Oxy. 12 1413.21-37
Not analysed yet
…οἱ βουλευταὶ εἶπον· ὠκεανὲ Πτολεμαῖε, ὠκεανὲ γυμνασίαρχε. ια Διονύσιος ὁ καὶ Ἀρτεμίδωρος, ιβ Ἀριστίων ὁ καὶ Ἀνδρόνεικος Ἀσυγκρίτου …γυμνασίαρχος εἶπεν· …ἡ ἐναλλαγὴ τῶν ἡμερῶν. οἱ βουλευταὶ εἶπον. κύρια τὰ ψηφίσματα. ιγ Ξενικὸς καὶ οἱ μέλλοντες γυμνασιαρχεῖν, ……Σερῆνος Ἀμμωνίου γυμνασίαρχος εἶπεν· μὴ βλαπτέτω μου τὸ ψήφισμα ἡ ἐναλλαγὴ τῆς ἡμέρας ……εἰ καὶ μὴ ἔχρισεν. κη Σεουῆρος καὶ Ἐπίμαχος οἱ τοῦ Φιλοσόφου. οἱ βουλευταὶ εἶπον· ὠκεανὲ Σερῆνε, ὠκεανὲ γυμνασίαρχε ……ὁ πρύτανις εἶπεν· …ὁ ἐπείκτης χρυσοῦ στεφάνου καὶ Νίκης τοῦ κυρίου ἡμῶν Αὐρηλιανοῦ Σεβαστοῦ Ἰουλι ……τοῦ κυρίου ἡμῶν Αὐρηλιανοῦ Σεβαστοῦ καὶ ὅτι καὶ ὁ στέφανος αὐτοῦ ἤδη ἐγένετο, καὶ εἰ μὴ οἱ τεχνῖται ……τὰ σκεύη ταῦτα κατʼ εὐχὴν γείνεται. ἄλλα δώδεκα τάλαντα δοθήτω τοῖς τεχνίταις. ……οἱ βουλευταὶ εἶπον· οἱ αὐτοὶ ἀπαιτείτωσαν. Θέων ὁ καὶ Ὡριγένης Χαιρήμονος καὶ ὡς χρηματίζει εἶπεν· ……δύνασθε αὐτοὺς ἀπαιτῆσαι. οἱ βουλευταὶ εἶπον· ἁγνοὶ πιστοὶ ἀπαιτηταί. Εὔπορος ὁ καὶ Ἀγαθὸς Δαίμων καὶ ὡς χρηματίζει εἶπεν· ……ναι, ἐὰν μὴ τελειωθῇ τὸ ἔργον. ὁ πρύτανις εἶπεν· καὶ ὁ κράτιστος ἐπιστράτηγος δ… …Εὔπορος ὁ καὶ Ἀγαθὸς Δαίμων καὶ ὡς χρηματίζει εἶπεν· ὅταν οὖν εὐθέως ἔλθῃ, ἐπειχθήσεται τὸ ἔργον. οἱ βουλευταὶ εἶπον· ……τε Εὔπορε, εὐδιοίκητε Εὔπορε. Σεπτίμιος Διογένης ὁ καὶ Ἀγαθὸς Δαίμων γενόμενος ὑπομνηματογράφος καὶ ὡς χρηματίζει σύνδικος εἶπεν· …εἴ τι τοῖς τεχνίταις ἐν πίστει ἀναλίσκεται, παρατεθήσεται ὑμῖν. ὁ πρύτανις εἶπεν· …πον ἦν καὶ ἐπεστάλη τότε τὸ κοινὸν τῶν κοσμητῶν διὰ Κορνηλιανοῦ καὶ Παυσανίου ……ος δεδηλωκέναι πρὶν ἂν τὸ πᾶν ἀνάλωμα δοθῇ …Μάξιμον εν…δ… …λειτουργησίαν …ἕως τοῦ Παχὼν α… …του…ο…ς αἰτησω…