Ancient Greek
P.Oxy. 12 1415
Documentary Papyri, P.Oxy. 12 1415
Not analysed yet
…ὁ πρύτανις εἶπεν· …ὅτι ἀγοράζουσιν τὰ ἑαυτῶν, καταφερέτωσαν …ων ἀκούουσιν, ἵνα καὶ περὶ τούτου αὐτῷ παραθώμεθα. …ὁ πρύτανις εἶπεν· …καὶ ἀναγινώσκεται ὑμῖν. ἀναγνωσθέντων ἐπισταλμάτων δύο τοῦ στρατηγοῦ, ἑνὸς μὲν περὶ τοῦ ἀντὶ Ἀκτιασίωνος βουλευτοὺ υἱοῦ …καταφέροντος καταπομποὺς οἴνου ἀποδράντος ἕτερον δοθῆναι, τοῦ δὲ ἑτέρου περὶ τοῦ ἀντὶ Θέωνος βουλευτοῦ υἱοῦ …καταφέροντος ἐξ Ἀραβίας τοὺς καταπομποὺς κριθῆς ἀποδράντος ὁμοίως ἕτερον δοθῆναι, μετὰ τὴν ἀνάγνωσιν ὁ πρύτανις εἶπεν· …δότε τοὺς λειτουργούς, ἵνα μὴ ἐμποδίζηται ἡ καταπομπὴ τῆς ἀννώνης τῶν γενναιοτάτων στρατιωτῶν. οἱ βουλευταὶ εἶπον· μὴ προτραπήτωσαν …ἵνα μὴ φεύγωσιν. ὁ πρύτανις εἶπεν· παραθησόμεθα καὶ περὶ τούτου τῷ κρατίστῳ ἐπιστρατήγῳ, συνεσπόμενοι δὲ καὶ περὶ …καὶ περὶ συνλέκτου οἴνου ἀντὶ Ἀριστίωνος τοῦ ἀπολυθέντος ὑπὸ τοῦ κρατίστου ἐπιστρατηγοῦ διʼ ἄλλου ὑπομνήματος. οἱ βουλευταὶ εἶπον· …Ἀριστίων ὅταν ἔλθῃ ὁλοκληρήσει, λειτουργὸς η῏ν ὁλοκληρῶν Ἀριστίων. ὁ πρύτανις εἶπεν· δότε τοὺς λειτουργούς, ἵνα μὴ ἐμποδίζηται …οἱ βουλευταὶ εἶπον· …ἐγγύη ἤδη παρὰ τῷ στρατηγῷ ἦν, Ἀκτιασίωνος καὶ Θέωνος ἐγγύαι παρὰ τῷ στρατηγῷ ἦσαν. ὁ πρύτανις εἶπεν· …ὁ πρύτανις εἶπεν· …ε…λ…ε…ου καὶ ἀναγινώσκεται ὑμῖν. ἀναγνωσθέντος ἐπιστάλματος τοῦ στρατηγοῦ περὶ τοῦ …καὶ ἐπιστάλματος δημοσίων χρημάτων τραπεζίτου περὶ τοῦ ἀντὶ Πασίωνος…κατο… καὶ …ἕτερον δοθῆναι, μετὰ τὴν ἀνάγνωσιν οἱ βουλευταὶ εἶπον· ὁ πρύτανις εὐπορώτερον ὀνομαζέσθω. ὁ πρύτανις εἶπεν· δια…αι …ἐπείξατε …υτ…υμω ε… …τηλικαύτην, καὶ ὑμεῖς οὖν ψηφιεῖσθε τὸ ε…α… οἱ βουλευταὶ εἶπον· …ὁ πρύτανις εἶπεν· …ἀναγνωσθέντων ἐπισταλμάτων Ἰ…ρφεσου περὶ τοῦ ωρ…υ… μετὰ τὴν ἀνάγνωσιν ὁ πρύτανις εἶπεν· …εἰς λειτουργίαν κατετάγησαν καὶ ἤδη ἔχοντες λειτουργίας. οἱ βουλευταὶ εἶπον· …ς ὁ πρύτανις εἶπεν· ἀναπληροῦτε τὸ λειτούργημα, δότε …ι…ι…, ὀνομάσασθε ὃν βούλεσθε. οἱ ἀπὸ τῆς φυλῆς εἶπον· …Εὐδαίμων ἐξηγητὴς εἶπεν· οὐ δύναται Πτολεμαῖος ἐνμένειν λειτουργίᾳ, τοῦτο ἐπι…ι…ητως …πᾶσαν ἀναλάβεσθε εἰς ἄλλο τι βαρυτάταις ταῖς ε…αιαις λειτουργείαις καὶ …Πτολεμαῖος Δαμαρίωνος ἀρχιερεὺς εἶπεν· δέομαι ὑμῶν, οὐ δύναμαι. μέτριός εἰμι, παρὰ πατρὶ τρέφομαι, ……ὁ πρύτανις εἶπεν· ἔτι δεῖται τῆς ἀφʼ ὑμῶν προτροπῆς Πτολεμαῖος, καὶ αὐτὸς γὰρ ἀπὸ τηλικούτου λειτουργήματος ἀποφεύγει …Εὐδαίμων ἐξηγητὴς εἶπεν· καὶ Πτολεμαῖος μέτριός ἐστιν καὶ οὐ δύναται τὸ βάρος ὑποφέρειν …Πτολεμαῖος Δαμαρίωνος ἀρχιερεὺς εἶπεν· ὑπὲρ ἐμέ ἐστιν τὸ λειτούργημα. ὁ πρύτανις εἶπεν· εἰ καὶ ἐν ἄλλῃ ……Πτολεμαῖος, οὐ δύναται ἀντερεῖν ὑμῖν εἰς τὴν δημοσίαν τραπεζιτείαν. φανερὸν δέ ἐστιν ὅτι οὐκ ἔξεστι …ι…ι…αρ…ων. οἱ βουλευταὶ εἶπον· ἁγνὲ πιστὲ Πτολεμαῖε, ἱκανὰ αὐτῷ ……Πτολεμαῖος Δαμαρίωνος ἀρχιερεὺς εἶπεν· δέομαι ὑμῶν, οὐ δύναμαι ὑπὸ ἕνα καιρὸν δύο λειτουργήματα ὑποστῆναι. Εὐδαίμων ἐξηγητὴς εἶπεν· Πτολεμαῖος πεῖραν τῆς προαιρέσεως αὑτοῦ πολλάκις δέδωκεν. ὁ πρύτανις εἶπεν· ……προβάλλομαι αὐτὸν ὑμῖν. οἱ βουλευταὶ εἶπον· οὐκ ἀντιλέξει τῇ φυλῇ Πτολεμαῖος ……Εὐδαίμων ἐξηγητὴς εἶπεν· πίστεως ἕνεκεν αὐτὸν εἵλασθε. …ὁ πρύτανις εἶπεν· …κε… ὁ πρύτανις εἶπεν· …α…