Ancient Greek
P.Oxy. 12 1414
Documentary Papyri, P.Oxy. 12 1414
Not analysed yet
…ὀφείλεται καὶ τάλαντα δεκατέσσαρα . ἡ τιμὴ τῶν ρ στιχαρίων τάλαντα ἑκατὸν τεσσαράκοντα ……ἀπέχω τὰ διαφέροντα τῷ νομῷ εἰς τὸ μέρος τῆς πόλεως ἓξ ἥμισυ . μηνιαῖοι ἀποδοῦναι ἐκ τῆς ἰδίας ἀπαιτείσθωσαν ἑπτὰ ἥμισυ ……χίζεται. ὁ πρύτανις εἶπεν· τὴν τοῦ ἱεροῦ ἀναβολικοῦ γραφὴν κατεσκέψασθε καὶ ὅρον δεδώκατε καὶ ἐπεστάλη τὰ δόξαντα ὑμῖν τῷ στρατηγῷ, ἀλλὰ οἱ λινέμποροι μὴ ……τοὺς τὸ ἔργον τοῦτο μεταχειρισαμένους μηδὲ τὰς γυναῖκας αὐτῶν δύνασθαι κλώθειν τὸ λίνον προεβάλοντο ……α… ὅπως καὶ περὶ τοῦτο ὅρον δῶτε. ὀλίγαι γὰρ κῶμαί εἰσιν αἳ ἐν τῷ νομῷ ὑμῶν τοῦτο τὸ εἶδος ἔχουσιν. οἱ βουλευταὶ εἶπον· ……ναι. Σεπτίμιος Διογένης ὁ καὶ Ἀγαθὸς Δαίμων γενόμενος ὑπομνηματογράφος καὶ ὡς χρηματίζει σύνδικος εἶπεν· οἱ λινέμποροι ……σαι καὶ ἐκ τεσσαράκοντα ἐννέα δηναρίων εἶναι τὸ λίνον τὸ στημονικόν, ἕνδεκα δὲ δηνάρια αὐτοῖς ἐξωδιάσθη ἀπὸ τοῦ ταμιακοῦ λόγου ……γενέσθαι. οἱ βουλευταὶ εἶπον· δεκαεννέα δηναρίοις ἀρκείσθωσαν οἱ λινέμποροι μετὰ τὸ ἐξωδιαζόμενον ἀπὸ τοῦ ταμιακοῦ λόγου. Σεπτίμιος Διογένης ὁ καὶ Ἀγαθὸς Δαίμων γενόμενος ὑπομνηματογράφος καὶ ὡς χρηματίζει σύνδικος εἶπεν· εἰ τοῦτο ὑμῖν ἔδοξεν ἐπὶ τοῦ στημονικοῦ, πεῖραν προσενεγκοῦμεν καὶ τοῖς μέλλουσιν ὑφαίνειν ……ταξάτωσάν τινα οἱ λινόϋφοι οἱ μέλλοντες ὑφαίνειν τὴν ὀθόνην τοῦ ἱεροῦ ἀναβολικοῦ …ἀναγνωσθείσης ἀξιώσεως τῶν τῆς πόλεως λινοΰφων περὶ τοῦ μετὰ τὰς πέρυσιν ἐξοδιασθεῖσας αὐτοῖς ὑπὲρ …δραχμὰς …δοθῆναι ἄλλας δραχμὰς …διὰ τὴν πλεοτιμίαν τῶν εἰδῶν καὶ τὴν πλεομισθίαν τῶν ὑπουργῶν, μετὰ τὴν ἀνάγνωσιν ὁ πρύτανις εἶπεν· δοθήτωσαν τοῖς λινοΰφοις ἄλλαι δραχμαὶ …κοντα εἰς συνπλήρωσιν δραχμῶν διακοσίων διὰ τὴν πλεοτιμίαν τῶν εἰδῶν. τοῦτο ψηφίσασθε ……συντετιμημένου τοῦ κρίκου καὶ αὗται προσγενέσθωσαν. οἱ τελοῦντες τὴν τιμὴν τοῦ λίνου ……παρατεθήσεται ὑμῖν τῇ ἑξῆς βουλῇ· οἱ βουλευταὶ εἶπον· ἴτω. …ἀναγνωσθέντος ἐπιστάλματος Τερεντίου Ἀρίου στρατηγοῦ περὶ τοῦ αἱρεθῆναι εκα… ἔδοξεν ὑπερτεθῆναι εἰς τὴν ἑξῆς βουλήν. ἀναγνωσθέντος ἐπιστάλματος τοῦ στρατηγοῦ περὶ αἱρέσεως ἄλλων καταπομπῶν ζῴων, μετὰ τὴν ἀνάγνωσιν ὁ πρύτανις εἶπεν· …μάλιστα δὲ τῶν καταπομπῶν τῶν καταφερομένων ζῴων τοῖς ἅμα τοῖς καταφερομένοις ……υπον συνάξας τινὰς τοὺς παρόντας ἀπὸ τῆς βουλῆς ὠνομάσαμεν ἕνα Σαραπίωνα …ἵνα μὴ ……γένηται. οἱ βουλευταὶ εἶπον· ἀτίμητε πρύτανι, σώζου ἡμῖν, πρύτανι καλῶς ἄρχεις, καλῶς …ὁ πρύτανις εἶπεν· ……ἐν τῷ λογιστηρίῳ ἐστίν. οἱ βουλευταὶ εἶπον· ἐπιεικῶς ὁ πρύτανις. ὁ πρύτανις εἶπεν· ὁ νόμος κελεύει πρὸ ἑξαμήνου τὸν μελλοπρύτανιν ὀνομάζεσθαι. ὑπομιμνήσκω ὑμᾶς τ… …οἱ βουλευταὶ εἶπον· μετὰ σκέψεως ἡ ὀνομασία γείνεται τ… ὁ πρύτανις εἶπεν· ……υ γὰρ ἐν νόσῳ εἰμὶ καὶ τῆς πλευρᾶς ῥέγχομαι, ὡς ἐπίστασθε, καὶ …οἱ βουλευταὶ εἶπον· …δυπε πρύτανι, εὐγενὲς πρύτανι, ἔτι κάμε ὑπὲρ ἡμῶν, κάμε ἄξια τοῦ ἐπάνω χρόνου. …ὁ πρύτανις εἶπεν· …ἐστίν, καὶ οἱ ἥμισυ τούτου τοῦ μέρους ὀφείλοντες …εουτιν…δεω… οἱ βουλευταὶ εἶπον· ……ὁ πρύτανις εἶπεν· ἐπειδὴ σήμερον πρόσκλητον βουλὴν ……αι πρόνοιαν ποιήσηται ἅπαν τὸ …