Ancient Greek
P.Oxy. 12 1423
Documentary Papyri, P.Oxy. 12 1423
Not analysed yet
Φλαούιος Ἀμμωνᾶς ὀφφικιάλιος τάξεως ἐπάρχου Αἰγύπτου Φλαουίῳ Δωροθέῳ ὀφφικιαλίῳ χαίρειν. ἐντέλλομαί σοι καὶ ἐπιτρέπω δοῦλόν μου Μάγνον καλούμενον δράσαντα καὶ ἐν Ἑρμοῦ πόλει διατρίβοντα καί τινά μου εἴδη ἀφελόμενον διαδήσαντι δέσμιον ἀγαγεῖν μετὰ τοῦ ἐπὶ τῆς Σέσφθα. κυρία ἡ ἐντολὴ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φλαούιος Ἀμμωνᾶς ὀφφικιάλιος τάξεως ἐπάρχου Αἰγύπτου πεποίημαι τήνδε τὴν ἐντολήν.