Ancient Greek
P.Oxy. 12 1424
Documentary Papyri, P.Oxy. 12 1424
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Ἡρᾷ Ἀμμώνιος ἑκατόνταρχος χαίρειν. Φ… ὁ ἀποδιδούς σοι τὰ παρʼ ἐμοῦ γράμματα γεωργός μου τυγχάνει. φησὶν προβεβλῆσθαι εἰς λειτουργίαν τῆς κώμης Δωσιθέου, τουτέστιν εἰς ἀπαίτησιν στιχαρίων καὶ παλλίων, μηδέπω δὲ ἐγκεχειρίσθαι τὴν ἀπαίτησιν. σπούδασον τοίνυν, ἄδελφε, τοῦτον ῥύσασθαι τοῦ λειτουργήματος, ἔτι δὲ καὶ δεξιῶς αὐτῷ προσσχεῖν τὰ μεγάλα μοι χαριζόμενος ἐν τούτῳ, ἀλλὰ μὴν καὶ τοῦ λοιποῦ μὴ ἐπιτρέπειν τοῖς ἀπὸ τῆς κώμης ἀδικῆσαι αὐτὸν ἐν τοῖς ἄλλοις μηδʼ εἰς ἑτέρας λειτουργίας προβάλλεσθαι, ἀλλʼ ἵνα μοι μαρτυρήσῃ τὰ ὑπὸ τῆς ἀγαθῆς σου προαιρέσεως αὐτῷ ὑπαρχθέντα. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κύριε ἄδελφε. κυρίῳ μου ἀδελφῷ Ἡρᾷ Ἀμμώνιος πρίγκιψ.