Ancient Greek
P.Oxy. 12 1426
Documentary Papyri, P.Oxy. 12 1426
Not analysed yet
ὑπατείας Παπίου Πακατιανοῦ τοῦ λαμπροτάτου ἐπάρχου καὶ Μαικιλίου Ἱλαριανοῦ. Φλαουίῳ Ἑρμείᾳ λογιστῇ καὶ Αὐρηλίῳ Ἀχιλλίωνι ἐκδίκῳ καὶ Πτολεμίῳ στρατηγῷ Ὀξυρυγχίτου παρὰ Αὐρηλίων Ἡρᾶ Σ…τρος κωμάρχου Σαδάλου καὶ Φιλιστίου Διονυσίου κωμάρχου Νίγρου β πάγου. δίδομεν τῷ ἰδίῳ ἡμῶν κινδύνῳ τὸν ἐπιμερισθέντα ταῖς κώμαις ἡμῶν ἐργάτην τῶν ἀποστελλομένων ἐπὶ τὸν Τραιανὸν ποταμὸν ἐπὶ τῷ αὐτὸν κατελθεῖν καὶ τὴν χώραν ἀποπληρῶσαι μὴ ἀπολιμπανόμενον ἄχρις ἂν ἀπολυθῇ, ὃν καὶ ἐγγυώμεθα ἑκουσίᾳ γνώμῃ ἐκτελοῦντα τὴν χρείαν εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι. ἔστι δὲ Αὐρήλιος Ἁτρῆς Φαβούλου ἀπὸ κώμης Νίγρου ὡς ἐτῶν …