Ancient Greek
P.Oxy. 12 1425
Documentary Papyri, P.Oxy. 12 1425
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικιννίου Σεβαστοῦ τὸ ε καὶ Κρίσπου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α. Αὐρηλίῳ Ἡρᾷ τῷ καὶ Διονυσίῳ πραιποσίτῳ η πάγου νομοῦ Ὀξυρυγχίτου παρὰ Αὐρηλίου Ἁτρῆτος Ἱερακίωνος τεσσαραρίου κώμης Δωσιθέου τοῦ ὑπὸ σοὶ πάγου. δίδωμι τῷ ἰδίῳ μου κινδύνῳ πρὸς ἄμειψιν τοῦ ἐν τῷ Πηλουσίῳ ὀνηλάτου ἀντὶ τοῦ ἐκεῖ ὄντος τὸν ἑξῆς ἐνγεγραμμένον ὄντα εὔπορον καὶ ἐπιτήδειον πρὸς τὴν χρείαν. ἔστι δὲ Αὐρήλιος Ὧρος Παθώθου ἀπὸ τῆς αὐτῆς κώμης. ὑπατείας τῆς προκειμένης Φαρμοῦθι ιη. Αὐρήλιος Ἁτρῆς ἐπιδέδωκα. Αὐρήλιος Ἀμμωνᾶς ἔγραψα ὑπὲρ μὴ εἰδότος γράμματα.