Ancient Greek
P.Oxy. 12 1453
Documentary Papyri, P.Oxy. 12 1453
Not analysed yet
…α ἀντίγραφον ὅρκου. Θῶνις ὃς καὶ Πατοῖφις Θώνιος καὶ Ἡρακλείδης Τοτήου ?,ἀμφότεροι λυχνάπται ἱεροῦ Σαράπιδος θεοῦ μεγίστου καὶ τοῦ αὐτόθι Ἰσείου, καὶ Παᾶπις ὁ Θοώνιος …καὶ Πετόσιρις ὁ Πατοίφιος τοῦ προγεγραμμένου, ἀμφότεροι λυχνάπται τοῦ ἐν Ὀξυρύγχων πόλει ἱεροῦ Θοήριδος θεᾶς μεγίστης, οἱ τέσσαρες ,ὀμνύομεν Καίσαρα θεὸν ἐκ θεοῦ Ἡλιοδώρωι Ἡλιοδώρου καὶ Ἡλιοδώρωι Πτολεμαίου τοῖς ἐπὶ τῶν ἱερῶν τοῦ Ὀξυρυγχίτου καὶ Κυνοπολείτου εἶ μὴν προστατήσειν τοῦ λύχνου τῶν προδεδηλωμένων ἱερῶν καθὼς πρόκειται, καὶ χορηγήσειν τὸ καθῆκον ἔλαιον εἰς τοὺς καθʼ ἡμέραν λύχνους καομένους ἐν τοῖς σημαινομένοις ἱεροῖς ἀπὸ Θωὺθ α ἕως Μεσορὴ ζ τοῦ ἐνεστῶτος α ἔτους Καίσαρος ἀναλήψεως ἀκολούθως τοῖς ἕως τοῦ κβ τοῦ καὶ ζ ἔτους κεχορηγημένοις, ὄντων ἡμῶν ἀλληλεγγύων τῶν προγεγραμμένων, τῶν ὑπαρχόντων ἡμῖν πάντων ὄντων ἐπὶ τοῦ ποιήσειν κατὰ τὰ ἐπιγεγραμμένα. εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ τὰ ἐναντία. ἔτους α Καίσαρος ……ἀντίγραφον· Παᾶπις Θώνιος ὀμώμοκα καὶ ποιήσω καθότι πρόκειται. Θῶνις Ἁρπαήσιος γέγραφα ὑπὲρ αὐτοῦ ἀξιωθεὶς διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Ἡρακλείδης ὀμώμοκα καὶ ποιήσω καθότι πρόκειται. Πετόσιρις ὀμώμοκα καὶ ποιήσω καθότι πρόκειται. Ὧρος Τοτοεῦτος ἔγραψα ὑπὲρ αὐτοῦ ἀξιωθεὶς διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Θῶνις ὀμώμοκα ὁμοίως καθότι πρόκειται. …