Ancient Greek
P.Oxy. 12 1454
Documentary Papyri, P.Oxy. 12 1454
Not analysed yet
προθήσομεν εἰς πρᾶσιν μετὰ τῶν ἐξ ἔθους πρατῶν ἤτοι ἐνθάδε ἢ ὅπου ἐὰν κελευσθῶμεν ,καὶ τὴν τιμὴν ἀποκαταστήσομεν ὑμῖν, καὶ ἄρτους παραστήσομεν ὑμῖν ὀπτοὺς ἠρτυμένους ἀρεστοὺς …καθʼ ἕκαστον ἄρτον σταθμοῦ λίτρας δύο ,λογιζομένων ὑπὲρ ἑκάστης ἀρτάβης ἄρτων λ, λημψόμεθα δὲ ὑπὲρ πρατικοῦ καὶ κοπτουργίας καὶ δαπάνης πάσης ἑκάστης ἀρτάβης ὀβολοὺς ι, ὁμοίως δὲ καὶ ἃς παρειλήφαμεν παρὰ …ος ἐνάρχου ἀγορανόμου ἐν Ὀξυρύγχων πόλει ἐν τρισὶ δόσεσι μέτρῳ δημοσίῳ …ἀρτάβας ωνϛ ἀλευροποιήσομεν καὶ ἀρτοποιήσομεν ὁπότε ἐὰν κελευσθῶμεν καὶ προθήσομεν εἰς πρᾶσιν μετὰ τῶν ἐξ ἔθους πρατῶν ὡς πρόκειται, καὶ εὐδοκοῦμεν πᾶσι τοῖς προδεδηλωμένοις. ἔτους κ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παρθικοῦ Φαῶφι λ.