Ancient Greek
P.Oxy. 12 1455
Documentary Papyri, P.Oxy. 12 1455
Not analysed yet
Αὐρηλίῳ Ἡράμμωνι στρατηγῷ Ὀξυρυγχίτου Αὐρήλιος Θεόδωρος Ὡρίωνος τοῦ Θώνεως μητρὸς …ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως πράτης ἐλαίου χρηστοῦ. ὀμνύω τὴν τοῦ κυρίου ἡμῶν Αὐρηλιανοῦ Σεβαστοῦ τύχην παρέξειν ἡμερησίως ἐν ᾧ ἔχω ἐργαστηρίῳ ἐπὶ τῆς ἀγορᾶς ἔλαιον χρηστὸν πρὸς διάπρασιν καὶ ὑπηρεσίαν τῆς πόλεως εἰς τὸ μηδεμίαν ἐνέδραν ἐπακολουθεῖν, ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. παρέσχον δὲ ἐμαυτοῦ ἐγγυητὴν Αὐρήλιον Σαραπάμμωνα Σαπρίωνος μητρὸς Θαήσιος ἀπὸ τῆς αὐτῆς πόλεως παρόντα καὶ εὐδοκοῦντα. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Λουκίου Δομιττίου Αὐρηλιανοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Γοθικοῦ Μεγίστου Καρπικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι κα. Αὐρήλιος Θεόδωρος Ὡρίωνος ὤμοσα τὸν ὅρκον καὶ ἕκαστα ποιήσω ὡς πρόκειται. Αὐρήλιος Σαραπάμμων Σαπρίωνος ἐγγυῶμαι τὸν Θεόδωρον ὡς πρόκειται. Αὐρήλιος Σιλβανὸς Ἀμμωνίου ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. Αὐρήλιος Τ… σεσημείωμαι …