Ancient Greek
P.Oxy. 12 1464
Documentary Papyri, P.Oxy. 12 1464
Not analysed yet
τοῖς ἐπὶ τῶν θυσιῶν αἱρεθεῖσι τῆς Ὀξυρυγχειτῶν πόλεως παρὰ Αὐρηλίου Γαιῶνος Ἀμμωνίου μητρὸς Ταεῦτος. ἀεὶ μὲν θύειν καὶ σπένδειν καὶ σέβειν θεοῖς εἰθισμένος κατὰ τὰ κελευσθέντα ὑπὸ τῆς θείας κρίσεως καὶ νῦν ἐνώπιον ὑμῶν θύων καὶ σπένδων καὶ γευσάμενος τῶν ἱερείων ἅμα Ταῶτι γυναικὶ καὶ Ἀμμωνίῳ καὶ Ἀμμωνιανῷ υἱοῖς καὶ Θέκλᾳ θυγατρὶ διʼ ἐμοῦ καὶ ἀξιῶ ὑποσημειώσασθαί μοι. ἔτους α Αὐτοκράτορος Καίσαρος Γαίου Μεσσίου Κυίντου Τραιανοῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἐπεὶφ γ. Αὐρήλιος Γαιὼν ἐπιδέδωκα. Αὐρήλιος Σαραπίων ὁ καὶ Χαιρήμων ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. …Βησᾶς, Ψεναμοῦνις