Ancient Greek
P.Oxy. 12 1465
Documentary Papyri, P.Oxy. 12 1465
Not analysed yet
…ἀνελθεῖν ἀπὸ ἧς ἔχω ἅλω περὶ τὸ Πεκύσιος Ἰσιεῖον ἀπηνέγκαντο λῃστρικῶι τρόπωι εἰς πυροῦ ἀρτάβας δ, ὁμοίως καὶ ἀφʼ ἧς ἔχω περὶ τὸ αὐτὸ Ἰσιεῖον ἄλλης ἅλω ἧς γεωργῶ βασιλικῆς γῆς εἰς ἄλλας πυροῦ ἀρτάβας δ. καθυπονοῶν οὖν εἰς Σαραπίωνα ἁλωνοφύλακα καὶ τοὺς ἄλλους τοὺς ἐκεῖ κοιταζομένους, ὧν χάριν ἠνομημένος προσαγγέλλων, ἀξιῶ συντάξαι ἐκζητήσαντας τοὺς αἰτίους καταστῆσαι ἐπὶ σέ, ὅπως ἐγὼ μὲν τὰ εἰλημμένα κομίσωμαι, οἱ δὲ φανησόμενοι αἴτιοι τύχωσι ὧν προσήκει πρὸς ἐπίστασιν ἄλλων, ἵνʼ ὦ ἀντειλημμένος. εὐτύχει.