Ancient Greek
1475.1 to 1475.26
Documentary Papyri, P.Oxy. 12 1475.1-26
Not analysed yet
Αὐρήλιος Γάιος ὁ καὶ Ἁρποκρατίων ἱερεὺς καὶ ἀρχιδικαστὴς βιβιλιοφύλαξιν Ὀξυρυγχίτου χαίρειν. τῆς τετελειωμένης προσφωνήσεως ἀντίγραφον ὑπόκειται. ἔρρωσθε. ἔτους ιδ Γαλλιηνοῦ Σεβαστοῦ Φαρμοῦθι ιη. ὁ πρὸς τῇ διαλογῇ τῆς πόλεως. διέγραψεν Αὐρηλίου Ἀλεξάνδρου χρηματίζοντος. Αὐρηλίῳ Γαίῳ τῷ καὶ Ἁρποκρατίωνι ἱερεῖ ἀρχιδικαστῇ καὶ παρὰ Αὐρηλίας Θαϊσοῦτος τῆς καὶ Λολλιανῆς. τῆς τετελειωμένης δημοσιώσεως ἀντίγραφον ὑπόκειται Αὐρηλίῳ Γαίῳ τῷ καὶ Ἁρποκρατίωνι ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Αὐρηλίας θαϊσοῦτος τῆς καὶ Λολλιανῆς θυγατρὸς Σαραπίωνος τοῦ καὶ Ἀγαθοῦ Δαίμονος ἀγορανομήσαντος τῆς Ὀξυρυγχιτῶν πόλεως. τῆς προειμένης μοι δισσῆς ἀσφαλείας σὺν τῇ μετὰ τὸν χρόνον ὑπογραφῇ ἀντίγραφον ὑπόκειται. Αὐρήλιος Ἀγαθεῖνος ὁ καὶ Ὠριγένης Οὐαριανοῦ τοῦ καὶ Κλάρου μητρὸς Ὠριγένίης τῆς καὶ Ταύριος ἀπὸ Ὀξυρύγχων πόλεως Αὐρηλίᾳ Θαϊσοῦτι τῇ καὶ Λολλιανῇ θυγατρὶ Σαραπίωνος τοῦ καὶ Ἀγαθοῦ Δαίμονος ἀγορανομήσαντος τῆς αὐτῆς πόλεως μητρὸς Διονυσίας τῆς καὶ Διαίνης ἀπὸ τῆς αὐτῆς πόλεως χωρὶς κυρίου χρηματιζούσῃ τέκνων δικαίῳ χαίρειν. ὁμολογῶ πεπρακέναι καὶ παρακεχωρηκέναι σοι ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον τὰ ὑπογεγραμμένα ὑπάρχοντά μοι ἀγοραστικῷ δικαίῳ πρότερον σοῦ τῆς ὠνουμένης περὶ κώμην Παεῖμιν τῆς πρὸς λίβα τοπαρχίας τοῦ αὐτοῦ Ὀξυρυγχίτου νομοῦ ἐκ τοῦ Νείκωνος ἀνθʼ οὗ Νεικομήδους προσφώνησις αὐτῆς δημοσιώσεως. κλήρου σιτικὰς καὶ ἑτέρας ἀρούρας ἕνδεκα ,ἐν αἷς λάκκος συνερευκὼς καὶ ὁ τροχὸς ὁμοίως συνερευκὼς ἐκ μέρους σὺν τῇ ἐπικειμένῃ μηχανῇ, ὧν ὅλων γείτονες νότου καὶ λιβὸς διῶρυξ καὶ ἄλλα, βορρᾶ πρότερον Ἰουλίου Θέωνος, ἀπηλιώτου τὰ ἑξῆς οἰκόπεδα καὶ ψιλοὶ τόποι καὶ τὸ ὂν πωμάριον, καὶ ἐν τῇ αὐτῇ κώμῃ ἐν τοῖς ἀπὸ βορρᾶ καὶ λιβὸς μέρεσι τῆς αὐτῆς κώμης οἰκίας δύο καὶ τὰ τούτων χρηστήρια καὶ ἀνήκοντα πάντα καὶ τοὺς ἐκ βορρᾶ καὶ λιβὸς τούτων ψιλοὺς τόπους καὶ τὸ μεταξὺ πωμάριον νυνὶ ἐν χέρσῳ ἀρούρης ἡμίσους τετάρτου ἑκκαιδεκάτου ἐπὶ τὸ πλέον ἢ ἔλαττον καὶ τὸ ὂν ἐν αὐτῷ φρέαρ, ὧν οἰκοπέδων καὶ ψιλῶν τόπων καὶ πωμαρίου ὄντων ὑπὸ μίαν ὄψιν γείτονες νότου παρόρια τῆς πόλεως, βορρᾶ περίμετρα τῆς κώμης, ἀπηλιώτου ἱεράκιον, λιβὸς τὰ προκείμενα σιτικὰ ἐδάφη, ἐπὶ δὲ πάντων ἀκολούθως τῇ δικαίᾳ πρᾶσει καὶ παραχωρήσει. τὰς δὲ συμπεφωνημένας πρὸς ἀλλήλους ὑπὲρ τιμῆς καὶ παραχωρητικοῦ τῶν προκειμένων πάντων ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς ἐννεακισχιλίας ἑπτακοσίας ,αἵ εἰσι ἀργυρίου τάλαντον ἓν καὶ δραχμαὶ τρισχίλιαι ἑπτακόσιαι ,αὐτόθι ἀπέσχον παρὰ σοῦ διὰ χειρὸς ἐκ πλήρους.