Ancient Greek
1475.27 to 1475.47
Documentary Papyri, P.Oxy. 12 1475.27-47
Not analysed yet
διὸ κρατεῖν σε καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις τῶν παραχωρουμένων ὑπʼ ἐμοῦ ὡς πρόκειται καὶ ἐξουσίαν ἔχειν καὶ χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτῶν ὡς ἐὰν αἱρῇ, ἅπερ καὶ ἐπάναγκον παρέξομαί σοι βέβαια καὶ καθαρὰ ἀπὸ μόνου τοῦ ἡμετέρου ὀνόματος καὶ παντὸς τοῦ ἐξ ὀνόματός μου ἐπελευσομένου σοι, ἀρκουμένης σου τῇ εἴς με ἀπὸ σοῦ βεβαιώσει τῶν ἕως τοῦ διελθόντος καὶ αὐτοῦ τοῦ διελθόντος ιγ ἔτους διὰ τὸ τὰ ἀπὸ τοῦ ἐνεστῶτος ιδ ἔτους τούτων πρόσφορα εἶναι σοῦ τῆς ὠνουμένης, πρὸς ἣν καὶ εἶναι τὰ ἀπὸ τοῦ αὐτοῦ ιδ ἔτους ἀπὸ καλανδῶν τελέσματα. κυρία ἡ πρᾶσις καὶ παραχώρησις δισσὴ γραφεῖσα, ἥνπερ ὁπηνίκα ἂν αἱρῇ δημοσιώσεις διὰ τοῦ καταλογείου οὐ προσδεόμενος ἑτέρας μου εὐδοκήσεως διὰ τὸ ἐντεῦθεν εὐδοκεῖν με τῇ ἐσομένῃ ὑπὸ σοῦ δημοσιώσει. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γενέσθαι ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁθὺρ κγ. Αὐρήλιος Ἀγαθεῖνος ὁ καὶ Ὠριγένης πέπρακα καὶ παρεχώρησα τῇ Λολλιανῇ τῇ καὶ Θαϊσοῦτι τὰ προκίμενα ὑπάρχοντα καὶ τὰ συνεσκευασμένα αὐτοῖς πάντα καὶ ἀπέσχον τὰς τῆς τιμῆς ἀργυρίου τάλαντον ἓν καὶ δραχμὰς τρισχιλίας ἑπτακοσίας καὶ βεβαιώσω ἀπὸ μόνου τοῦ ἡμετέρου ὀνόματος καὶ εὐδοκῶ τῇ ἐσομένῃ δημοσιώσει καὶ ἐπερωτηθεὶς ὡμολόγησα. βουλομένη δὲ ἀπὸ τῆς δισσῆς ἀσφαλείας μοναχὴν ἐν δημοσίῳ γενέσθαι δίδωμι τῇ πόλει τὰς ὁρισθείσας δραχμὰς ιβ καὶ τὸ ὑπὲρ τῆς δημοσιώσεως ὡρισμένον, ἀξιῶ ἀναλαβόντας αὐτὴν παρὰ τοῦ διαπεσταλμένου ὑπʼ ἐμοῦ Αὐρηλίου Νείλου ὑπογεγραμμένην ὑπὸ αὐτοῦ περὶ τοῦ εἶναι τὴν μετὰ τὸν χρόνον ὑπογραφὴν ἰδιόγραφον τοῦ Αὐρηλίου Ἀγαθίνου τοῦ καὶ Ὠριγένους συνκαταχωρίσαι σὺν τῷδε τῷ ὑπομνήματι τὴν αὐθεντικὴν εἰς τὴν Ἁδριανὴν βιβλιοθήκην ταύτης δὲ τὸ ἴσον σὺν ὑπομνήματι εἰς τὴν τοῦ Ναναίου, πρὸς τὸ μένειν μοι τὰ ἀπὸ αὐτῆς δίκαια ὡς ἀπὸ δημοσίου χρηματισμοῦ ἕνεκα τοῦ εὐδοκηκέναι τὸν Αὐρήλιον Ἀγαθεῖνον τὸν καὶ Ὠριγένην τῇ τῆς ἀσφαλείας δημοσιώσει. ἔτους ιδ Γαλλιηνοῦ Σεβαστοῦ Φαμενὼθ κδ.