Ancient Greek
P.Oxy. 12 1480
Documentary Papyri, P.Oxy. 12 1480
Not analysed yet
Ἑρμογένης Ἁρυώτῃ τῷ προφήτῃ καὶ φίλτάτῳ πλεῖστα χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν. οὐκ ἠμέλησα περὶ οὗ μοι ἐπιτέταχας. ἐπορεύθην πρὸς Ἑρμογένην τὸν κωμογραμματέα, καὶ ὡμολόγησέ μοι ποιῆσαι τὴν ἀναβολήν. πεποίηται εἰς τὸν ἐκλογιστήν. λοιπὸν ἐὰν δύνῃ ἐπιστολὴν λαβεῖν παρʼ αὐτοῦ τοῦ ἐκλογιστοῦ ὡς Ἑρμογένει, ἵνα μὴ σχῇ τ…, παρακαλῶ σε μεγάλως πέμψαι τῷ υἱῷ μου φάσιν μοι λ… περὶ αὐτοῦ …,καὶ γράψον μοι περὶ ὧν ἐὰν δύνωμαι καὶ ἡδέως ποιήσω. ἔρρωσο. ἔτους ιη Τιβερίου Καίσαρος Σεβαστοῦ Μεχεὶρ ιθ. ἀπόδος Ἁρυώτῃ προφήτῃ παρὰ Ἑρμογένους Ἡρακλ .