Ancient Greek
P.Oxy. 12 1481
Documentary Papyri, P.Oxy. 12 1481
Not analysed yet
Θεωνᾶς Τεθεῦτι τῆι μητρὶ καὶ κυρίᾳ πλεῖστα χαίρειν. γινώσκειν σε θέλω ὅτι διὰ τοσούτου χρόνου οὐκ ἀπέσταλκά σοι ἐπιστόλιον διότι ἐν παρεμβολῇ εἰμι καὶ οὐ διʼ ἀσθένειαν, ὥστε μὴ λυποῦ. λίαν δʼ ἐλυπήθην ἀκούσας ὅτι ἤκουσας. οὐ γὰρ δεινῶς ἠσθένησα. μέμφομαι δὲ τὸν εἴπαντα σοι. μὴ ὀχλοῦ δὲ πέμπειν τι ἡμῖν. ἐκομισάμεθα δὲ τὰ θαλλία παρὰ τοῦ τοῦ Ἡρακλείδου. Διονυτᾶς δὲ ὁ ἀδελφός μου ἤνεγκέ μοι τὸν θαλλὸν καὶ τὴν ἐπιστολήν σου ἐκομισάμην. εὐχαριστῶ τοῖς θεοῖς …πάντοτε, ἐπικ…ε…τα …νται δηλῶ ουπ…αυ… μὴ ἐπιβαροῦ πέμπειν τι ἡμῖν τω… ἀπὸ Θεωνᾶτος Τεθεῦτι …