Ancient Greek
P.Oxy. 12 1489
Documentary Papyri, P.Oxy. 12 1489
Not analysed yet
Σάττος Εὐφροσύνῃ. ἄσπασον Φίρμον καὶ Τεκοῦσαν καὶ τοὺς ἡμῶν πάντας παρὰ τοῖς θεοῖς τῆς πόλεως τῶν Ἀντινοέων. τὸ κιθώνιν ἐπιλέλησμαι παρὰ Τεκοῦσαν εἰς τὸν πυλῶνα· πέμψον μοι ὡς ἔπεμψάς μοι. καὶ ἐνοχλεῖς μοι ὅτι ὀφείλεις Ἀγαθῷ Δαίμονι χαλκόν. πεπλήρωκα αὐτόν. εἰ πεποιήκατε ψωμία, πέμψον μοι ἕως τοῦ ἄλλου μηνὸς ἐλεύσομαι. εἴθε πάντας πεπλήρωκα ὡς Ἀγαθὸν Δαίμονα. οὐκ ἦς ἐμὸς ἀνάδοχος. οὐκ ἔχεις πρᾶγμα. μὴ ἐνοχλῇς. εἰ δεῖ, ἔρχομαι τῷ ἄλλῳ μηνί. παράδος τὸ κιθώνιν μου Κεραρέᾳ τῇ κουρίδι. ἀσπάζου Στράτον καὶ Στρατονίκην καὶ τὰ παιδία αὐτῶν. ἐρρῶσθαί σε εὔχομαι. τῇ ἀδελφῇ Εὐφφροσύνῃ Σάττος Ἁρποκράτου.