Ancient Greek
P.Oxy. 12 1490
Documentary Papyri, P.Oxy. 12 1490
Not analysed yet
…αἱρέσι τ… φορέτρο …διανομῆς ἀρουρῶν …Ἡρακλείδης Σαραπίωνι τῶι ἀξιολογωτάτῳ χαίρειν. Δημήτριος ὁ γνωστὴρ ἠξίωσέν με λέγειν σοι ὥστε αὐτὸν ἄλυπον γενέσθαι ὑπὲρ τῶν προτέρων ἐτῶν. λέγει γὰρ ὅτι ὠφέλησα αὐτὸν μεγάλως καὶ ἐν τῇ ἀννώνῃ. λέγει δὲ ὅτι ἀννώνα νῦν ζητεῖται. εἰ οὖν πάλιν δύνῃ ἐκπλέξαι παρὰ σεαυτῷ, τύχῃ τῇ ἀγαθῇ. εἰ δὲ μή γε, ἐπίστειλον τί θέλεις ἑτοιμασθῆναι. ἀλλὰ μὴ ἀμελήσῃς, οὔπω γὰρ ἐξῆλθον. ἐὰν ἰσχύσῃς ἐκπλέξαι, μέγα ἔργον ποιεῖς, διότι κτήνη οὐκ ἔχομεν οὐδὲ χοίρους. ἐρρῶσθαί σε ὁλοκληροῦντα εὔχομαι.