Ancient Greek
P.Oxy. 12 1494
Documentary Papyri, P.Oxy. 12 1494
Not analysed yet
…δ… ἐδέησεν ἐμὲ κατελθεῖν εἰς Παγγᾶ, ἵνʼ οὕτως θεοῦ θέλοντος τάχα τι πρατέον γένηται. μάλιστα μὲν δεήσει καὶ ὑμᾶς εὔχεσθαι περὶ ἡμῶν, ἵνʼ οὕτως ἐπακούσῃ ὁ θεὸς τῶν εὐχῶν ὑμῶν καὶ γένηται ἡμῖν ὁδὸς εὐθεῖα. ἀσπάζω τοὺς γλυκυτάτους μου ἀδελφούς, Διονυσοδώραν καὶ τὸν δοῦλον αὐτῆς Ἀχιλλέα. ἀσπάζομαι τὴν ἀδελφήν μου Μακαρείαν καὶ Ῥωμάναν καὶ τοὺς ἡμῶν πάντας κατʼ ὄνομα. καί, ἂν θέλῃς, ἀγοράσω ἐλαίας κνίδια παλαιά, ξϛ τοῦ κνιδίου ταλάντων γ. εἰ λήμψομαι…μαιν γράψον μοι. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. …παρὰ Βοήθου Ἀχειλλείωνος …Θὼθ κη.