Ancient Greek
P.Oxy. 12 1495
Documentary Papyri, P.Oxy. 12 1495
Not analysed yet
κυρίῳ ἀδελφῷ Ἀπολλωνίῳ Νεῖλος χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σοι τὴν ὁλοκληρίαν παρὰ τῷ κυριῷ θεῷ. πᾶν ποίησον, ἄδελφε, δὸς τῷ ἀδελφῷ μου Ζακάωνι πλακουντᾷ εἰς λόγον μου ὡς τεσσαράκοντα τάλαντα, καὶ δήλωσόν μοι δῶ τὰς ἴσας ἐνταῦθα και γενέσθω σοι, ἐπὶ οι…νην…ο…ας ὁδοῦ, ἐπειδὴ οὐκ ἐδυνήθη μετʼ αὐτοῦ ἄξειν. ἀλλὰ μὴ ἀμελήσῃς, ἄδελφε, ὡς εἰδὼς τὴν ὀφείλειάν μου ἐνταῦθα. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κύριέ μου. κυρίῳ ἀδελφῷ Ἀπολλωνίῳ Νεῖλος.