Ancient Greek
P.Oxy. 12 1581
Documentary Papyri, P.Oxy. 12 1581
Not analysed yet
Ἀπία Ζωίλωι τῶι ἀδελφῶι χαίρειν. πρὸ πάντων εὔχομαί σε ὑγιαίνειν. ἐρωτηθεὶς, ἀδελφέ, Σαραπίωνα μὴ ἀφῇς ἀργεῖν καὶ ῥέμβεσθαι, ἀλλὰ εἰς ἐργασίαν αὐτὸν βάλε. ἐγὼ μὲν τοὺς ἄρτους ἐποίησα. πέμψω δέ σοι διὰ Πτολεμαίου ὅταν αὐτὸς ὁ Πτολεμαῖος λάβῃ. ἄσπασαι Μοδεστᾶν καὶ τὸν υἱόν. παραδώσεις δὲ καὶ τῷ Μοδεστᾷ ἀφʼ ὧν ἐὰν κομισθῇ σοι. διὰ παντὸς ἔχε τὸν Σαραπίωνα ἐπιμελῶς. ἄσπασαι καὶ Ἑρμιόνην καὶ Ἡρακλείδην καὶ τὸν υἱὸν αὐτοῦ. ἀσπάζεταί σε καὶ Σαραπίωνα …ις καὶ ὁ πατήρ μου …παρὰ Ἀπίας Ζωίλωι ἀδελφῶι