Ancient Greek
P.Oxy. 12 1582
Documentary Papyri, P.Oxy. 12 1582
Not analysed yet
…ἅμα τῷ Σερῆνον τὸν χρυσοχοῦν τὸν φίλον ἥκειν πρὸς ἡμᾶς ἀκούσας …α τὰ περὶ σὲ …ιδια …ἡμέρᾳ τῶν γυμνασιάρχων ἕτοιμος ἤμην ἐλθεῖν πρὸς σὲ καὶ ὑπηρετεῖν σοι. θεῶν δὲ διδόντων καλῶς ἕξεις. λέγει γὰρ Σερῆνος ὁ φίλος ὅτι ἀπύρετός ἐστιν. τοῦτο δὲ προσδοκία ἀγαθή. ἀσπάζεταί σε Σαραπίων ὁ υἱός μου καὶ ἡ μήτηρ αὐτοῦ. τὰ παιδία σου ἔρρωται. ἐρρῶσθαί σε εὔχομαι, ἄδελφε. Ἐπεὶφ β. Σαραπίωνι ἀδελφῷ ἀπὸ Ἀβασκάντου.