Ancient Greek
P.Oxy. 12 1583
Documentary Papyri, P.Oxy. 12 1583
Not analysed yet
Διογένης Διοσκορᾶτι τῷ τιμιωτάτῳ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίῳ Σαράπιδι. γενοῦ παρὰ Ἰσίδωρον χάριν τοῦ φαινόλου καὶ τοῦ ἐπικαρσίου καὶ ἀπένεγκον παρὰ Καλύκην, καὶ πέμψατε ἡμῖν ἃς ἐὰν ᾖς εἰληφὼς παρὰ Φαριτῶν τὴν δαλματικὴν καὶ αὐτὸ πέμψον καὶ τὸν κύαθον. γράψον μοι περὶ τῶν ὄντων καὶ τὰ γενόμενα. ἄσπασαι Εὐπλίαν. ἔρρῶσθαι σʼ εὔχομαι. ἀπόδος Διοσκορᾶτι.