Ancient Greek
P.Oxy. 14 1626
Documentary Papyri, P.Oxy. 14 1626
Not analysed yet
ὁμολογοῦσιν ἀλλήλοις Αὐρήλιοι Ἀλόις Χωοῦτος καὶ Ἡρακλῆς Πούδεντος καὶ οἱ κοινωνοὶ οἱ πάντες δεκανοὶ ἀπὸ κώμης Πανευεὶ μετʼ ἐγγυητοῦ εἰς ἔκτισιν τῶν φανησομένων μισθῶν Πτολεμαίου Πτολεμαίου μείζονος τῆς αὐτῆς κώμης καὶ Αὐρήλιος Ἡρακλείδης Σκυλακίου ἐπιμελητὴς ζῴων ἀποστελλομένων εἰς τὴν Βαβυλῶνα πρὸς θείαν ἐπιδημίαν, οἱ μὲν δεκανοὶ συνηλλαχέναι τῷ ἐπιμελητῇ χώραν μίαν ῥαβδούχου ἑνὸς τῶν αὐτῶν ζῴων ἀπὸ ὀγδόης τοῦ ὄντος μηνὸς Παῦνι, λαμβάνοντος τοῦ ἐπιμελητοῦ παρὰ τῶν δεκανῶν ὑπὲρ μισθοῦ ἡμερησίως δραχμὰς δισχιλίας . ἐντεῦθεν δὲ ὁμολογεῖ ὁ ἐπιμελητὴς ἐσχηκέναι παρὰ τῶν δεκανῶν ὑπὲρ μισθοῦ μηνῶν δύο ἀπὸ τῆς αὐτῆς ὀγδόης ἀργυρίου τάλαντα εἴκοσι ,τὰ δὲ φανησόμενα ἄχρι συνπληρώσεως τῆς ἐπιμελείας ἀπολήμψεται παρὰ τῶν αὐτῶν δεκανῶν, ἐμὲ δὲ τὸν Πτολεμαῖον παρασχεῖν τὰ φανησόμενα σαλάρια πρὸς τὸ ἀπαρενοχλήτους καὶ ἀσκύλτους καὶ ἀζημίους παρέχειν περὶ τῶν τῇ αὐτῇ ῥαβδουχίᾳ διαφερόντων. κύριον τὸ συνάλλαγμα δισσὸν γραφέν, καὶ ἐπερωτηθέντες ὡμολόγησαν. ὑπατείας Παυλίνου καὶ Ἰουλιανοῦ τῶν λαμπροτάτων Παῦνι α. Αὐρήλιοι Ἀλόις καὶ Ἡρακλῆς εὐδοκοῦμεν πᾶσι τοῖς προκειμένοις καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Πτολεμαῖος ἐγγυῶμαι ὡς πρόκειται γράψας καὶ ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.