Ancient Greek
P.Oxy. 14 1627
Documentary Papyri, P.Oxy. 14 1627
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου τὸ γ καὶ Κώνσταντος τὸ β τῶν Αὐγούστων Μεσορὴ ιθ. Αὐρήλιος Ἀπφοῦς Παθερμουθίου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως Αὐρηλίῳ Διογένει Σαραπίωνος συστάτῃ τῆς αὐτῆς πόλεως τῆς νυνὶ λειτουργούσης φυλῆς χαίρειν. ἐπειδὴ αἱρεῖται ἐμοί τε καὶ τῷ ἡμετέρῳ υἱῶι Θωνίῳ ἐν τῷ ἑξῆς ἐνιαυτῷ ὀκταμηνιαῖος χρόνος λειτουργίας, ἠξιώσαμεν δέ σε εἰσαγγεῖλαι ἡμᾶς εἰς κουφοτάτην χρείαν, τουτέστιν εἰς φυλακίαν ἱεροῦ Θοηρίου, διὰ τὴν περὶ ἡμᾶς μετριότητα καὶ πίστιν συνέθου ἡμῖν κατὰ ταῦτα, καὶ αὐτοὶ ὁμολογοῦμεν ἀντὶ ἴσης ἀμοιβῆς καὶ χάριτος ἐπάναγκες ἡμᾶς ὅλον τὸν ἐνιαύσιον χρόνον πληρῶσαι ἐν τῇ τοῦ αὐτοῦ ἱεροῦ Θοηρίου ἀρχιφύλακος χώρᾳ ἀντὶ τῶν μηνῶν ὀκτώ . πρὸς δὲ ἀμεριμνίαν σου τήνδε τὴν ὁμολογίαν σοι ἐξεδόμην, ἥτις κυρία ἔστω, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀπφοῦς Πατερμουθίου εὐδοκῶ πᾶσι τοῖς προκειμένοις καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ῥουφίων Ἀπολλωνίου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. …διʼ ἐμοῦ Διογένους ἐγράφη.