Ancient Greek
1631.r.28 to 1631.v.41
Documentary Papyri, P.Oxy. 14 1631.r.28-1631.v.41
Not analysed yet
τοῦ χοῦ ὄντων πρὸς σὲ τὸν γεοῦχον, ἀκινδύνων παντὸς κινδύνου. βεβαιουμένης δὲ ἡμῖν ἐπιδοχῆς ποιήσομεν τὰ τῆς ἀμπέλου καὶ πωμαρίου καὶ καλαμείας κατὰ καιρὸν ἔργα πάντα εὐκαίρως καὶ εὐαρέστως, τῶν σῶν ἐπακολουθούντων ἅπασι, καὶ ἀποδώσομεν τὰ ἔκτακτα τῷ δέοντι καιρῷ ἀνυπερθέτως, καὶ μετὰ τὸν χρόνον παραδώσομεν τὰ μισθούμενα σύμφυτα, ἐπιμεμελημένα τοῖς ἔργοις καὶ ἀπὸ θρύων καὶ βοτάνης καὶ ἀγρώστεως πάσης, γεινομένης σοὶ τῆς πράξεως παρὰ ἡμῶν ἀλληλεγγύων ὄντων εἰς ἔκτεισιν, ὡς καθήκει. κυρία ἡ ἐπιδοχή, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Πρόβου Περσικοῦ Μεγίστου Γοθικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Χοίακ κε. Αὐρήλιοι Κτιστὸς καὶ ὁ υἱὸς Πτολεμαῖος καὶ Πελώϊος ἐπεδεξάμεθα εἰς μίσθωσιν τὰ ἀμπελουργικὰ ἔργα πάντα ἐπὶ τοῖς ἐπάνω μισθοῖς, καὶ ἀποδώσομεν τὰ ἔκτακτα ὡς πρόκειται, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Τιβέριος Κλαύδιος Ὡρίων ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. ἐπιδοχὴ Αὐρηλίου Κτιστοῦ ἀλλαγεῖσα.