Ancient Greek
P.Oxy. 14 1632
Documentary Papyri, P.Oxy. 14 1632
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου Αὐγούστου τὸ ϛ καὶ Κωνσταντίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ β Μεσορὴ α. Αὐρηλίῳ Ἡρακλείδῃ Ἡρακλείδου γυμνασιαρχήσαντι πρυτανεύσαντι βουλευτῇ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως παρὰ Αὐρηλίου Κάστορος Παθερμουθίου ἀπὸ τῆς αὐτῆς πόλεως. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι πρὸς μόνον τὸ ἐνεστὸς ἔτος μζ κθ β γενήματος ιβ ἰνδικτίωνος καρπὸν φοίνικος χωρίων σου δύο ,βορινοῦ καὶ νοτινοῦ ψαλίου, ἐπὶ τῷ με τὴν συνλογὴν τούτων ποιήσασθαι καὶ ἀπενέγκασθαι εἰς τὸ ἴδιον δεόντως καὶ τελέσειν ἐμὲ ὑπὲρ φόρου ἀποτάκτου ὅλου τοῦ καρποῦ τῶν αὐτῶν φοινίκων ἀργυρίου τάλαντα ὀκτακισχίλια γίνεται ἀργυρίου τάλαντα Η, ἀκίνδυνα παντὸς κινδύνου. βεβαιουμένης δὲ ἐμοὶ τῆς ἐπιδοχῆς ἀποδώσω τὸν φόρον ἐν δόσεσι τρισὶν ἅπαντα καταδοσει τῶν ἀπὸ Μεσορὴ ἕως Ἁθὺρ τάλαντα Βχξγ Β …ς παραδ…