Ancient Greek
P.Oxy. 14 1633
Documentary Papyri, P.Oxy. 14 1633
Not analysed yet
…παρὰ Αὐρηλίου Σερήνου τοῦ καὶ Σαραπίωνος τοῦ Ἀγαθείνου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως. βούλομαι ὑπερβαλεῖν Αὐρήλιον Σερῆνον …κάμμωνος ὑποσχόμενον πρὸς ὠνὴν ἀπὸ ἀπράτων τῆς διοικήσεως πρότερον Σαραπίωνος τοῦ Ζωίλου περὶ κώμην Παεῖμιν τοῦδε τοῦ νομοῦ ἐκ τῶν Θ… καὶ Μηνοδώρου κλήρων ἰδιωτικῆς ἀσπόρου ἀρούρας ἕξ ,ἐκ δὲ τοῦ …κλέους ἀρούρας πέντε ,τὰς ἐπὶ τὸ αὐτὸ ἀρούρας ἕνδεκα ,ἀκολούθως τοῖς γραφεῖσι ὑπὸ Ἰουλίου Μονίμου τοῦ κρατίστου διοικητοῦ, προσφέρων μεθʼ ἃς ὑπέσχετο ὑπὲρ τιμῆς δραχμὰς ἑξακοσίας ἑξήκοντα τὰς τοῦ ὑπερβολίου δραχμὰς ἑκατὸν τεσσαράκοντα ,ὥστε εἶναι τιμὴν σὺν ὑπερβολίῳ δραχμὰς ὀκτακοσίας ,ἅσπερ κυρωθεὶς διαγράψω ἐπὶ τὴν τοῦ νομοῦ δημοσίαν τράπεζαν σὺν τοῖς ἑπομένοις πρὸς τὸ μένειν ἐμοὶ καὶ τοῖς παρʼ ἐμοῦ μεταλημψομένοις βεβαίας ἀπὸ παντὸς καὶ καθαρὰς ἀπὸ πάσης ἐπιβολῆς καὶ ζητήσεως· ἥτις κυρία ἔστω διὰ τὸ ἀπὸ τοῦ ταμείου τὸ ὑπερβόλιον τοῦτο βέβαιον. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Λουκίου Δομιττίου Αὐρηλιανοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Γοθικοῦ Μεγίστου Καρπικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Μεσορὴ …Αὐρήλιος Σερῆνος ὁ καὶ Σαραπίων ἐπιδέδωκα. δημοσίᾳ προετέθη καὶ κατεχωρίσθη ἔτους ϛ Μεσορὴ λ.