Ancient Greek
P.Oxy. 14 1641
Documentary Papyri, P.Oxy. 14 1641
Not analysed yet
……α… ἀπὸ τῆς ἐνεστώσης ἡμέρας χρωμένου σοῦ καὶ τῶν παρὰ σοῦ τῶν ὑπὸ σοῦ εἰσοικισθησομένων τῷ τε οἴκῳ καὶ πυλῶνι καὶ δώματι καὶ αὐλῇ καὶ εἰσόδῳ καὶ ἐξόδῳ καὶ τοῖς ἄλλοις τῆς οἰκίας χρηστηρίοις πᾶσι ἀκωλύτως, οὐκ οὔσης μοι οὔτʼ ἄλλῳ οὐδενὶ ἐξουσίας ἐκβάλλειν σε οὐδὲ τοὺς παρὰ σοῦ ἐκ τοῦ ἐνοικισμοῦ μέχρι τοῦ τὸν χρόνον πληρωθῆναι, ἐφʼ οἷς καὶ βεβαιῶσαί σοι καὶ τοῖς παρὰ σοῦ τὸν ἐνοικισμὸν πάσῃ βεβαιώσει. καὶ τοῦ χρόνου πληρωθέντος ἀποδώσω σοι τὰς τοῦ ἀργυρίου δραχμὰς ὀγδοήκοντα ,ἐὰν δὲ παρασυνγραφῶ ἢ μὴ ποιῶ καθὰ γέγραπται, ἐκτείσω σοι τοῦ μὴ μὲν βεβαιῶσαι τὸν ἐνοικισμὸν ὡς πρόκειται ἀργυρίου δραχμὰς τεσσαράκοντα καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, τὸ δʼ ἀργύριον παραχρῆμα μεθʼ ἡμιολίας σὺν τοῖς καθήκουσι ἀφʼ οὗ ἐὰν παρασυνγραφήσω χρόνου τόκοις, τῆς πράξεως σοι οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων, καθάπερ ἐκ δίκης. κομισαμένου δέ σου τὸ ἀργύριον μετὰ τὸν χρόνον ἐκχωρήσεις ἐκ τοῦ ἐνοικισμοῦ ἐν ἄλλαις ἡμέραις ἑξήκοντα ,παραδοὺς ἣν ἂν παραλάβῃς θύραν καὶ κλεῖδαν. κυρία ἡ χεὶρ πανταχῇ ἐπιφερομένη καὶ παντὶ τῷ ἐπιφέροντι. ἔτους τεσσαρασκαιδεκάτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Γερμανικείου ιϛ. Σαραπίων Σαραπίωνος τοῦ Σαραπίωνος μητρὸς Σαμπατύμιος…ωνίδου ἔχω παρὰ τοῦ Τε…ικοσ…κου τὰς τοῦ ἀργυρίου δραχμὰς ὀγδοήκοντα κεφαλαίου καὶ ἀποδώσω ……ς β…