Ancient Greek
1642.r.1 to 1642.r.28
Documentary Papyri, P.Oxy. 14 1642.r.1-28
Not analysed yet
Αὐρήλιος Δημητριανὸς καὶ ὡς χρηματίζω Αὐρηλίῳ Ἀ…ω Διδύμῳ τῷ ἀδελφῷ χαίρειν. ἀποσυνίστημί σε κατὰ ταῦτά μου τὰ γράμματα παραστῆναι παρὰ σοὶ ἐν τῷ Ὀξυρυγχείτῃ τῇ ὀνομασίᾳ τῇ ὑπʼ ἐμοῦ γενομένῃ παρὰ τῷ διασημοτάτῳ ἡγεμόνι Οὐαλερίῳ Πομπηιανῷ εἰς τὴν ἀντʼ ἐμοῦ ἀγορανομίαν Αὐρηλίου Ἀγαθείνου τοῦ καὶ Ὠριγένους Οὐαριανοῦ καὶ ὡς χρηματίζει ἐπὶ πόρῳ ἑαυτοῦ καὶ τῶν ὑποχειρίων τέκνων καὶ πάντα πρᾶξαι ὅσα καὶ ἐμοὶ παρόντι ἔξεστιν εἰς τὸ μήτε ἐκποιηθῆναι αὐτοῦ τὴν εὐπορίαν ἀκινήτων μηδὲ καὶ κινητῶν, μηδὲ μὴν προχωρεῖν τι αὐτῷ ἐπὶ περιγραφῇ τῆς πολιτικῆς χορηγίας. κύριον τὸ ἀποσυστατικὸν πανταχῇ ἐπιφερόμενον, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἐρρῶσθαί σε εὔχομαι, ἄδελφε. ἔτους ε τοῦ κυρίου ἡμῶν Διοκλητιανοῦ καὶ ἔτους δ τοῦ κυρίου ἡμῶν Μαξιμιανοῦ Σεβαστῶν …κζ. …του…π Αὐρήλιον Ἀγαθεῖνον τὸν καὶ Ὠριγένην καὶ ὡς χρηματίζει ἐὰν …κελευσθῶμεν τὴν ἔκδειαν εἰπεῖν, λέξεις οὕτως· …τὸν τῆς ἀγορανομίας στέφανον πλείστῳ χρόνῳ ἐκλελοιπότα …διὰ τὸ ἐξ ἀντονομασίας συνίστασθαι ταύτην τὴν ἀρχὴν …ἐγὼ δὲ ἐν τοῖς χειροτονήμασι ἔτι τε ἐπὶ τοῦ ἡγεμόνος ὢν …ς καὶ ὅμως εἶξα κατὰ τὴν τοῦ ἡγεμόνος πρόσταξιν καὶ κελεύσαντος τοὺς πληρώσαντας ὀνομάζειν ἀνθʼ ἑαυτῶν καὶ αὐτὸς πληρώσας ἐχειροτόνησα εἰς ἀρχὰς γ… …τῇ κγ τοῦ Φαμενὼθ τὸν προκείμενον Αὐρήλιον Ἀγαθεῖνον τὸν καὶ Ὠριγένην καὶ ὡς χρηματίζει ἐπὶ πόρῳ ἑαυτοῦ καὶ τῶν ὑποχειρίων τέκνων ἐπειδὴ ὑπʼ αὐτόν ἐστιν, καὶ ὅμως …πληρωθείσης αὐτῷ τῆς ὀνομασίας τῇ κγ ἐκκέκληται …σαντος ἀλλʼ ἵνα ἐν τῷ μεταξὺ τὰς ἀρχὰς μὴ ἐκφορήσῃ. οὗτος δὲ τοιουτ… …ρίζεσθαι …ο…άζοντες αὐτῷ καὶ τῶν τέκνων ἐπὶ …ματων. καὶ γὰρ εἰς τὰς ἄλλας ἀρχὰς μάλιστα δὲ ταύτην δὶς α… …τῶν ἐν περιουσίᾳ τυγχανόντων αἱροῦνται καὶ μάλιστα κεκελευσαμένοι …ν καὶ ἀξιοῦμεν αὐτὸν ἔχεσθαι τῆς ἀγορανομίας ἐννόμως ὀνομασθέντα …γενάμενον καὶ αὐτὸν πληρώσαντα ἀντονομάσαι …ν. ὑπέγραψεν γὰρ τῇ ἐκκλήτῳ αὐτὸς ἡγεμὼν ὥστε μενουσῶν παραγραφῶν παρὰ τοῖς …αὐτοῖς τὰς παραγραφάς.