Ancient Greek
P.Oxy. 14 1646
Documentary Papyri, P.Oxy. 14 1646
Not analysed yet
κληρονόμοι Οὐιβίου Πουπλίου οὐετρανοῦ τῶν ἐντίμως ἀπολελυμένων ἀπὸ ὀφφικιαλίων ἐπάρχου Αἰγύπτου γενομένου βουλευτοῦ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων διʼ ἐμοῦ Πλουτογένους πραγματευτοῦ Αὐρηλίῳ Σερήνῳ τῷ καὶ Σαραπίωνει χαίρειν. ἀπέσχον παρὰ σοῦ τοὺς ἀργυρικοὺς φόρους τοῦ ἐνεστῶτος ιε ἔτους ὧν γεωργεῖς περὶ Παεῖμειν ἐν χλωροῖς ἀρουρῶν ζ 𐅵ἀργυρίου δραχμὰς τριακοσίας ἑβδομήκοντα πέντε, γίνονται δραχμαὶ τοε, πλήρης. κυρία ἡ ἀποχὴ οὖσά μου ἰδιόγραφος, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιε Γαλλιηνοῦ Σεβαστοῦ Μεχεὶρ δ. ὁμοίως διὰ τοῦ αὐτοῦ Πλουτογένους πραγματευτοῦ …οἱ αὐτοὶ κληρονόμοι Πουπλίου διʼ ἐμοῦ Ἀνδρομάχου ἀποσυσταθέντος τῷ αὐτῷ Σαραπίωνι χαίρειν. ἀπέσχον παρὰ σοῦ ὑπὲρ ἀργυρικῶν φόρων τοῦ ἐνεστῶτος τρίτου ἔτους ὧν γεωργεῖς περὶ Παεῖμιν ἐδαφῶν ἐπὶ λόγου δραχμὰς διακοσίας ,καὶ ἐπερωτηθεὶς ὁμολόγησα. ἔτους τρίτου Κλαυδίου Σεβαστοῦ Φαῶφι …α…. …ἀποχὴ φόρων Οὐιβίου Πουπλίου …