Ancient Greek
P.Oxy. 14 1647
Documentary Papyri, P.Oxy. 14 1647
Not analysed yet
ὁμολογοῦσιν ἀλλήλοις Πλατωνὶς ἡ καὶ Ὠφελία Ὡρείωνος ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου τοῦ ὁμογνησίου ἀδελφοῦ Πλάτωνος καὶ Λούκιος Ἰσίωνος μητρὸς Τισάσιος ἀπὸ τοῦ Ἀφροδεισίου τῆς Μικρᾶς Ὀάσεως γέρδιος, ἡ μὲν Πλατωνὶς ἡ καὶ Ὠφελία ἐκδεδόσθαι τῷ Λουκίῳ ἣν ἔχει ἀφήλικα δούλην Θερμούθιον πρὸς μάθησιν τῆς γερδιακῆς τέχνης ἐπὶ χρόνον ἔτη τέσσαρα ἀπὸ νεομηνίας τοῦ ἑξῆς μηνὸς Τῦβι τοῦ ἐνεστῶτος ἔτους, ἐφʼ ἃ θρέψειν καὶ ἱματιεῖν τὴν παῖδα καὶ παρέξεσθαι αὐτὴν τῷ διδασκάλῳ καθʼ ἡμέραν ἀπὸ ἀνατολῆς ἡλίου μέχρι δύσεως ἐκτελοῦσαν πάντα τὰ ἐπιτραπησόμενα αὐτῇ ὑπʼ αὐτοῦ ἀνήκοντα τῇ προκειμένῃ τέχνῃ, μισθοῦ ἐπὶ μὲν τὸν πρῶτον ἐνιαυτὸν κατὰ μῆνα δραχμῶν ὀκτώ ,ἐπὶ δὲ τὸν δεύτερον ὁμοίως κατὰ μῆνα δραχμῶν δεκάδυο ,καὶ ἐπὶ τὸν τρίτον ὁμοίως κατὰ μῆνα δραχμῶν δεκάεξ ,καὶ ἐπὶ τὸν τέταρτον ἐνιαυτὸν ὁμοίως κατὰ μῆνα δραχμῶν εἴκοσι ,λήμψεσθαι δὲ τὴν παῖδα κατʼ ἔτος εἰς ἑορτῶν λόγον ἀργίας ἡμέρας δεκαόκτω ,ἐὰν δὲ ἡμέρας τινὰς ἀργήσῃ ἢ ἀσθενήσῃ, τούτων ἐπὶ τὰς ἴσας παραμενεῖ τῷ διδασκάλῳ μετὰ τὸν χρόνον, τῶν τῆς τέχνης χειρωναξίων καὶ ἐκδόσεων τελεσμάτων ὄντων πρὸς τὸν διδάσκαλον. ὁ δὲ …