Ancient Greek
P.Oxy. 14 1661
Documentary Papyri, P.Oxy. 14 1661
Not analysed yet
Ἁρθοῶνις Ἡρακλείδηι τῷ διοικητῆι χαίρειν. Ἁρπαῆσις Παποντῶτος ὁ κομίζων σοι τὴν ἐπιστολήν ἐστιν ὑπογέωργος Θεμιστοκλέους, καὶ διὰ σπόρου ζ ἔτους ποιῶ αὐτὸν ὑπογέωργον. ἔρρωσο. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς Νέου Σεβαστοῦ ιϛ. Ἡρακλείδηι διοικητῇ.