Ancient Greek
P.Oxy. 14 1662
Documentary Papyri, P.Oxy. 14 1662
Not analysed yet
Αὐρήλιος Βίων ὁ καὶ Ἀμμώνιος γυμνασίαρχος βουλευτὴς ἔναρχος πρύτανις τῆς Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίῳ Δίῳ τῷ καὶ Περτίνακι στρατηγῷ τοῦ αὐτοῦ νομοῦ τῷ φιλτάτῳ χαίρειν. ἐξιὼν ἅμα ἄλλοις ἐπὶ τὸν λαμπρότατον ἡμῶν ἡγεμόνα Οὐαλέριον Φίρμον ἕνεκεν πρεσβείας περὶ τῆς ἐπιβληθείσης ἐπιβολῆς τῷ ἡμετέρῳ νομῷ τοῦ ἱεροῦ ἀποτάκτου, ἐπιστέλλω σοι, φίλτατε, ὅπως φανερὸν ποιήσῃς Αὐρηλίῳ Ἰσιδώρῳ ἀρχιερατεύσαντι βουλευτῇ εἰρηνάρχῳ διαδέξασθαί με τὰ τῇ πρυτανίᾳ διαφέροντα, ἔστʼ ἂν ἐπανέλθω. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου γενναιοτάτου καὶ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν Ἐπεὶφ κγ.