Ancient Greek
P.Oxy. 14 1665
Documentary Papyri, P.Oxy. 14 1665
Not analysed yet
Αὐρήλιος Σαραπίων Αὐρηλίῳ Κλαυδίωι τῶι πατρὶ πολλὰ χαίρειν. καθὼς καὶ παρόντα σε κατʼ ὄψιν ᾐτησάμην εἰς ἃς μέλλω χρίειν ἡμέρας ἐλαίου μετρητὰς τεσσαράκοντα ,οὓς καὶ καθʼ ἣν ἔχεις πρὸς ἐμὲ ἀγαθὴν προαίρεσιν ὑπέσχου, νῦν οὖν τῆς χρείας με κατεπειξάσης σοὶ θαρρῶν ἔσχον παρὰ φίλων ἐν χρήσει τοὺς μετρητὰς τεσσαράκοντα ἐπὶ τῷ αὐτοὺς ἀποκαταστῆσαι. ἀναγκαίως οὖν, ἐὰν ἔτι παρὰ σεαυτῷ χρῖον ἔχῃς, δήλωσον ἢ τῷ υἱῶι σου ἢ ᾧ ἐὰν σὺ βούλῃ τούτους μοι ἐν τάχει παρασχεῖν, πρὸς τὸ καὶ ἐμὲ ἀποκαταστῆσαι τοῖς εὐχρηστήσασί μοι φίλοις, τῆς τιμῆς ἐξαυτῆς μεταβαλλομένης ὑπʼ ἐμοῦ ᾧ ἐὰν δοκιμάσῃς. ἀλλʼ ὅρα μὴ ἀμελήσῃς, μὴ δόξω διαβάλλειν τοὺς ἀνθρώπους. ἐρρῶσθαί σε εὔχομαι κατὰ νοῦν διάγοντα. Αὐρηλίῳ Κλαυδίωι παρὰ Αὐρηλίου Σαραπίωνος γυμνασιάρχου.