Ancient Greek
P.Oxy. 14 1664
Documentary Papyri, P.Oxy. 14 1664
Not analysed yet
χαῖρε, κύριέ μου Ἀπίων, Φιλοσάραπίς σε προσαγορεύω εὐχόμενός σε σώζεσθαι πανοικησίᾳ καὶ εὖ διάγειν. ὅτι οὐ μόνοι ἡμεῖς μεμνήμεθά σου ἀλλὰ καὶ αὐτοὶ ἡμῶν οἱ πάτριοι θεοί, τοῦτο δῆλον ἅπασιν, πᾶσα γὰρ ἡμῶν ἡ ἡλικία ἐν τοῖς στέρνοις σε περιφέρει, μεμνημένη τῆς ἀγαθῆς σου προαιρέσεως. περὶ τῶν ἀπὸ πατρίδος σοι χρειωδῶν, κύριέ μου, ἐπίστελλέ μοι ἡδέως ἔχοντι, τὰς γὰρ ἐντολάς σου ἥδιστα ἔχων ὡς χάριτας λήμψομαι. προσαγορεύω τὸν ἀξιολογώτατον γυμνασίαρχον Ὡρίωνα. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου χρηστὲ καὶ εὐγενέστατε Ἀπίων, διὰ βίου εὖ διάγοντα μεθʼ ὧν ἡδέως διάγεις. Ἀπίωνι γυμνασιάρχωι στρατηγήσαντι Ἀνταιοπολείτου παρὰ Φιλοσαράπιδος ἐνάρχου ἱεροποιοῦ Ἀνταιουπόλεως.