Ancient Greek
P.Oxy. 14 1669
Documentary Papyri, P.Oxy. 14 1669
Not analysed yet
Ὡρείων Σερήνῳ χαίρειν. τοὺς ἐκδοχεῖς οὐκ ἔπεμψας ὡς ἐνετειλάμην σοι, ἀλλʼ οὐδὲ ἔγραψας εἰ ἀπετάξαντο, ἵνʼ οὕτως ἀρτίσωμαι, οὐδὲ εἰ ἦλθεν Διογᾶς ὁ ἐρεοπώλης, ἵνα καὶ αὐτοῦ τὴν βουλὴν γνῶμεν. ἐνετειλάμην σοι ἐξετάσαι περὶ τοῦ συναγοραστικοῦ εἰ πληροῦται, καὶ συμβαλεῖν Πτολεμαίῳ τῷ σιτολόγῳ καὶ τὸν λόγον πέμψαι αὐτοῦ λαβόντα σε παρὰ Ἀπολλωνίου καὶ Ἡρᾶτος, ἵνα μὴ ἐνοχλῆται ἡμῶν ἡ οἰκία. ὥστε καὶ ἐὰν νῦν ταῦτα ποίησον, καὶ σκύληθι καὶ αὐτὸς ἐνθάδε, ἵνα τοὺς λόγους τῶν φόρων συναιρώμεθα. εἰ οἱ ἐπισκέπται ἤλθον, δήλωσον Νικηφόρῳ, ἵνα ……νεθ…