Ancient Greek
P.Oxy. 14 1670
Documentary Papyri, P.Oxy. 14 1670
Not analysed yet
Πάλεξ Χινθώνι τῇ ἀδελφῇ χαίρειν. πρὸ μεν πάντων εὔχομαί σε ὁλοκληρεῖν καὶ τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ θεῷ Σαράπιδι. πᾶν ποίησον σὲ ἀπελθεῖν παρὰ Θῶνιν καὶ πέμψον μοι αὐτὸν εἰς Ἀλεξάνδρειαν. ἐπεὶ δὲ εἰς τὴν τάξιν τοῦ καθολικοῦ παρεδόθημεν, τὸ μαρσίππιν τῶν χαλκίνων ὃ ἔπεμψάς μοι οὐχ εὗρον τὸ πλῆρος τῶν χαλκίνων ἐν αὐτῷ τάλαντον ἓν ο… καὶ δραχμὰς Βσ. εἰδέναι σε θέλω ὅτι εἰσήλθαμεν εἰς Αλεξάνδρειαν ὁλοκληροῦντες τῇ εἰκάδι Ἐπείφ. ἀσπάζω Φιλουμένην σὺν τοῖς τέκνοις καὶ Πτολεμῖνον καὶ τὴν σύνβιον αὐτοῦ. ἀσπάζει ὑμᾶς πάντας ἡ μήτηρ ὑμῶν Σαραπᾶς, Φιλουμένην σὺν τοῖς τέκνοις καὶ Ὠριγένην καὶ Χινθῶνιν καὶ Μασκουλῖνον καὶ τὴν σύνβιον αὐτοῦ καὶ Ἡράκλειαν καὶ Αἶαν καὶ Πτολεμῖνον καὶ τὴν σύνβιον αὐτοῦ. παρὰ Πάλεξ ἀπόδος Χινθώνι.