Ancient Greek
P.Oxy. 14 1674
Documentary Papyri, P.Oxy. 14 1674
Not analysed yet
Θέων Ἀπολλωνίῳ υἱῷ χαίρειν. ἐπειδὴ οὐχ εὗρον κρέας σοι πέμψαι, ἔπεμψα ᾠὰ κ καὶ λάχανα. ποίησον τὴν ἄκανθαν καταβληθῆναι καὶ τὴν ὕλην αὐτῆς βάλε εἰς τὸν τρύπανον. ἀλλὰ σὺ κατάβαλε καὶ καῦσον τὴν ῥίζαν αὐτῆς, καὶ ἐὰν συντελεσθῇ τὸ ἔργον μέχρι τοῦ χώματος, καταβληθήτω ἡ κ…νις καὶ ἰσωθήτω τὸ πὰν τοῦ κεχωσμένου. καὶ θὲς τὴν ὀπτὴν πλίνθον παρὰ τὴν πλάτην, καὶ ἔρχεται ὁ οἰκοδόμος καὶ οἰκοδομεῖ τὴν νοτινὴν πλάτην. καὶ εἶπον τῷ φροντιστῇ Ἀπολλωνίου περὶ τῆς μηχανῆς ἣν ἔλεγέν μοι ὅτι ἐὰν γένωμαι ἐκεῖ …τοῖς τέκτοσι καὶ ……τέτωσαν οἱ ποταμῖται…ν παύσηται καὶ μὴ …α χωρίον …ποίησον ἀπὸ τῆς ἁλωνείας γενέσθαι τοῖς ποταμίταις ἐκ Στρατονίκου εἰς Μοῦχιν ἀρτάβας η 𐅵σίτου ……δω γενοῦ μετʼ αὐτοῦ ἐκεῖ …