Ancient Greek
P.Oxy. 14 1673
Documentary Papyri, P.Oxy. 14 1673
Not analysed yet
Ἑρμῆς Σαραπιακῶι τῶι τιμιωτάτωι χαίρειν. τὰ τῆς πρώτης ληνοῦ οἰνάρια ἐνέκλεισα μὴ χωρίσας τὰ εὐώδη, τὰ δὲ τῆς δευτέρας διεχώρισα πρότερον εὑρὼν εὐώδη τριάκοντα ,τὰς δʼ ἄλλας ληνοὺς οὐκ ἐνέκλεισα, τῶν ἐκδοχέων λεγόντων ἐκδέξεσθαι ἕως ε Τῦβι μέχρι ἂν τὸ εὐῶδες ἀποκατασταθῆι καὶ γνωσθῇ ἀκριβῶς. ἐκ δὲ τῶν ἐγκλεισθέντων εὗρον ἐκ τῆς α ληνοῦ ποτὴν α, ὄξους …,…ο ἐξ ὅλου α, καὶ τῆς β ποτὰς ε, ὄξους …,καὶ τῆς …ῳ πωμαρίωι τῆς γ ληνοῦ ὁμοίως ποτὰς β, δ ληνοῦ α, ἅπερ εὗρον ἐν θήκαις ἐκτὸς μέρους τοῦ …ου. ἵνα οὖν μὴ ἀπόληται, δήλωσόν μοι εἰ θέλεις πραθῆναι. οὐ γὰρ δύναται ἀνενεχθῆναι, εἰ μὴ διαπραθῆι. τοῖς τὸν ὄνον λαβοῦσι συνεζήτησα πολλὰ καὶ κατέπλεξα αὐτῶν αἰτούντων τὸν ἀρραβῶνα, τὸ δὲ πέρας ᾔτησα τὴν μνᾶν, ὡς ἔδοξέν σοι. ἀνέπεμψα τυροὺς ιϛ, ἀφʼ ὧν εἰσι τοῦ προόντος βουκόλου δ. ἀπέλυσα γὰρ αὐτὸν διʼ αὐτὰ ταῦτα καὶ …τὰ τῶν κτηνῶν. ταλάρους εἰς οἶκον θέλησον πεμφθῆναί μοι. …ἀποξ… …Τῦβι α. τῶν ἀμπελουργῶν τὰς μισθώσεις πέμψον, ἵνα τῆς ξυλοτομίας ἄρξωνται. Σαραπιακῶι ἐπιτρόπῳ ἀπὸ Ἑρμοῦ …ροπ