Ancient Greek
P.Oxy. 14 1681
Documentary Papyri, P.Oxy. 14 1681
Not analysed yet
Ἀμμώνιος Ἰουλίῳ καὶ Ἱλάρῳ τοῖς ἀδελφοῖς πλεῖστα χαίρειν. ἴσως με νομίζετε, ἀδελφοί, βάρβαρόν τινα ἢ Αἰγύπτιον ἀνάνθρωπον εἶναι. ἀλλὰ ἀξιῶ μὴ οὕτως ἔχειν, πρῶτον μὲν ἀπὸ μέρους πεῖραν λαβόντας τῆς ἡμετέρας γνώμης, πολλὰ δέ με ἤπειξε πρὸς τοὺς ἐμοὺς γενέσθαι, πρῶτον μὲν τὸ διʼ ἐνιαυτοῦ αὐτοὺς θεάσασθαι, εἶτα τὸ βούλεσθαι πρὸ χειμῶνος καταλεῖψαι τὴν Αἴγυπτον. ἐλπίζω οὖν μετὰ τρεῖς καὶ ἐγὼ πρὸς ὑμᾶς ἐλθεῖν καὶ τὰ περὶ ἐμοῦ ὑμῖν ἐξηγήσασθαι. ἀσπάσασθε τὴν ἀδελφὴν Ἱερωνίδα μετὰ Ἰουλίου τοῦ συμβίου καὶ Ἰσιδώραν μετὰ τῶν …ἀπόδος Ἰουλίῳ καὶ Ἱλάρῳ ἀδελφοῖς παρὰ Ἀμμωνίου.